Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
7. »Ὅτι, φησίν, κατὰ τοὺς ἐπ’ ἐμὲ γεγενημένους χρόνους τοσαύτη φθορὰ γέγονεν ἀνθρώπων, ὅσην οὐδεὶς χρόνος ἐξ αἰῶνος ἔγνω,« καὶ ταύτην ἄρα καὶ τὸν ξιφίαν σημαίνειν ἀστέρα. οὐ γὰρ μόνον τὸ μάχιμον ὥσπερ πάλαι κατὰ τοὺς ἔμπροσθεν πολέμους ἀπανηλώθη, οὐδ ἐν μέρει γῆς τὰ πάθη δυνέστη· ἀλλὰ πάντα μὲν διεφθείρετο γένη πᾶσα δ’ ἀπόλωλεν ἡ Εὐρώπη, καὶ τῆς Ἀσίας οὐκ ὁλίγη μοῖρα συνδιεφθάρη, φθάρη, ἀλλὰ καὶ τῆς Λιβύης ἡ πολλὴ καὶ μάλιστά γε Ῥωμαίοις ὑποτελεῖ. βαρβαρικὴ μὲν γὰρ τὸ τῆς φθορᾶ( πλῆθος εἰργάζετο μάχαιρα. λιμοὶ δὲ καὶ λοιμοὶ καὶ θηρίων ἀγρίων ἀγέλαι συνεπετίθεντο, σεισμοί τε ἐξαίσιοι πόλεις καὶ ἀνασπῶντες ἀνασπῶντες ἐκ βάθρων εἰς τὸ ἀφυκτό- τατον τὸν ὄλεθρον ἐναφίσαν. καὶ χάσματα δὲ γῆς ἐνιαχόθι τοῖς οἰκήτορσιν ὑπορρηγνμέης τάφος ἠν αὐτοσχέδιος, ἐΠικλυσμοί τε τῶν ἐξ ἀέρος ὑδάτων καὶ κατ’ ἀλλους αὐχμοὶ φλογώδεις, πρηστῆρές τε ἔστιν οἶς ἐμβαλλόμενοι ποικίλον τε τὸ δεινὸν ἐποίουν καὶ ἀφόρητον. ναὶ δὴ καὶ χάλαξα μείφων ἢ κατὰ χερμάδα πολλαχοῦ γῆς κατεφέρετο· ἄχρι γὰρ καὶ ὀκτὼ τῶν λεγομένων λιτρῶν ἕλκουσα βάρος ὤφθη κατασκήψασα. χιόνος δὲ πλῆθος καὶ κρυμῶν ὑπερβολαί, ὑπερβολαί, ἄλλη πληγὴ οὐ προανήρπασεν, τούτους καταλαμβάνουσαι τοῦ βίου ἐξήλαυνον, καὶ σαφῶς τὴν θείαν ἀνεκήρυττον ἀγανάκτησιν. οὑ καθ’ ἕκαστον ἐπεξελθεῖν ὑπὲρ πᾶσαν ἀνθρωπίνην ἂν εἴη δύναμιν.