Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

3. Ὅτι οἱ ἐξ Ἀρείου τὴν πρὸς τὸν πατέρα τοῦ μονογενοῦς ὁμοιότητα εἰς πολλὰς αἱρέσεις διεσκίσαντο. οἱ μὲν γὰρ κατὰ τὸ προγινώσκειν ἑκάτερον ε ἔξασαν, οἱ δὲ κατὰ τὴν φύσιν, θεόν· ἄλλοι διότι ἐκ μὴ ὄντων ἑκάτερος ε αὐτῶν πέφυκε δημιουργεῖν. ἀλλὰ φησί, κἂν διαφέρειν δοκῇ, εἰς ὲν καταλήγει τὸ δοξάζειν ε τὸν υἱὸν τῷ πατρί. τούτους δέ φησι μετὰ τὸ κατατμηθῆναι ταῖς δόξαις καὶ εἰς πολλὴν ἄλλην ἀσχημοσύνην ἐκδιαιτηθῆναί φησι χρημάτων τε τὰς ἱερωσύνας καὶ διδόντας καὶ λαμβάνοντας, καὶ τὰς ὑπευθύνους καὶ σωματικὰς ἡδονὰς μεταδιώκοντας.