Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
1. Ὅτι Δωρόθεος μέν, ὡς ἐρρέθη, τῆς Ἀντιοχείας ἠλάθη· οἱ δὲ ταύτης πρεσβύτεροι Ἀστέριός τε καὶ Κρισπῖνος καὶ τὸ ἄλλο πλήρωμα συνεδριάσαντες, συμπαρόντων αὐτοῖς καί τινων τῶν πέριξ πόλεων ἐπισκόπων, πέμπουσι πρὸς τοὺς ἀμφὶ τὸν Εὐνόμιον, τὴν κοινωνίαν αὐτῶν ἐπιξητοῦτες. οἱ δὲ ἀντεπιστέλλουσι μὴ ἄλλως αὐτοὺς παραδέξασθαι, εἰ μὴ τὴν ἐπ’ Ἀετίῳ καὶ τοῖς αὐτοῦ συγγράμμασι καταχειροτονίαν ἀποψηφίσονται· ε ἔτι δὲ καὶ διακάθαρσιν ε ἀπῄτουν συνεφύροντο γὰρ καί τισιν οὐ καθαροῖς διαιτήμασιν. οἱ δὲ τότε μὲν τὴν πρόκλησιν ε οὐ προσήκαντο· χρόνῳ δ’ ὅστερον καὶ εἰς τὸ ἐπ᾿ ε ἐκκλησίας τόν τε Εὐνόμιον καὶ τοὺς σὺν αὐτῷ μετεωρολέσχας αὐτοὺς καλοῦντες καὶ πλήρεις ἀπονοίας καὶ σκαιότητος, ἀνθ᾿ ε ὧν αὐτοῖς τοιαῦτα προτείνειν ἔγνωσαν.