Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Τὸ μὲν ἐπίταγμά σου, ὦ ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε, ἐν πέντε τοῖς προλαβοῦσι βιβλίοις διεπονησάμεθα, ὡς οἷόν τε τὴν ἀπὸ τῶν Κωνσταντίνου χρόνων ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαντες. Ἴσθι δὲ ἡμᾶς μὴ ἐσπουδακέναι περὶ τὴν φράσιν, ἐννοήσαντας ὡς εἰ σπουδάσαιμεν καλλιλεξίᾳ χρήσασθαι, ἴσως μὲν καὶ ἀποπεσούμεθα τοῦ σκοποῦ. Εἰ δὲ καὶ ἐπιτευξόμεθα, οὐ τοιαῦτα πάντως δυνησόμεθα γράφειν, οἷα τοῖς παλαιοῖς συγγραφεῦσιν εἴρηται, δἰ ὧν αὔξειν τε καὶ χείρονα ποιεῖν νομίζοιτο ἄν τις τὰ πράγματα. Ἔπειτα δὲ καὶ οὐδαμῶς οἰκοδομήσει τοὺς πολλοὺς καὶ ἰδιώτας ὁ λόγος, οἳ τὰ πράγματα βούλονται μόνον εἰδέναι, οὐ τὴν λέξιν ὡς καλῶς συγκειμένην θαυμάσαι. Ἵνα μὴ οὖν ἀμφοτέροις ἀνόνητος ἡ πραγματεία γένηται, τοῖς μὲν εὐπαιδεύτοις, ὅτι μὴ ἀξία τῇ παλαιᾷ φράσει συγκρίνεσθαι, τοῖς δὲ ἰδιώταις, ὅτι μὴ δύνανται ἐφικέσθαι τῶν πραγμάτων καλυπτομένων ὑπὸ τῆς κομψείας τοῦ λόγου, τὴν σαφεστέραν μὲν δοκοῦσαν, ταπεινοτέραν δὲ φράσιν ἐπιτηδεύσαμεν. Ἀρχόμενοι δὲ ὅμως τοῦ ἕκτου βιβλίου ἐκεῖνο προλέγομεν, ὅτι τῶν ἐπὶ τῆς ἡμετέρας ἡλικίας γενομένων ἁπτόμενοι δεδοίκαμεν ἤδη, μὴ οὐκ ἀρέσκοντα τοῖς πολλοῖς δόξωμεν γράφειν: ἢ ὅτι κατὰ τὴν παροιμίαν, τὸ ἀληθές ἐστι πικρὸν, ὅτι μὴ σὺν ἐγκωμίῳ τὰ ὀνόματα ὧν φιλοῦσι παραλαμβάνομεν: ἢ ὅτι μὴ τὰς πράξεις αὐτῶν μεγαλύνομεν. Καὶ οἱ μὲν τῶν ἐκκλησιῶν ζηλωταὶ καταγνώσονται, ὅτι μὴ τοὺς ἐπισκόπους λέγομεν θεοφιλεστάτους ἢ ἁγιωτάτους, ἢ τὰ τοιαῦτα. Ἄλλοι δὲ καὶ φιλοπραγμονήσουσιν ἔσθ̓ ὅτε, ὅτι μὴ τοὺς βασιλεῖς θειοτάτους καὶ δεσπότας, καὶ ὅσα χρηματίζειν εἰώθασιν, ὀνομάζομεν. Ἐγὼ δὲ καὶ ἐκ τῶν τοῖς

250
παλαιοῖς γεγραμμένων παραστήσειν ἔχων, καὶ δεικνύναι δυνάμενος, ὡς ὁ δοῦλος παῤ αὐτοῖς ἐξ ὀνόματος εἴωθε τὸν δεσπότην καλεῖν, διὰ τὴν τῶν πραγμάτων χρείαν, παῤ οὐδὲν τὸ ἀξίωμα θέμενος, καὶ τοῖς τῆς ἱστορίας νόμοις πειθόμενος, οἳ τὴν τῶν πραγμάτων ἀπαιτοῦσι διήγησιν καθαρὰν καὶ ἀληθῆ καὶ παντὸς ἀπηλλαγμένην ἐπικαλύμματος, ἐπ̓ αὐτὴν βαδιοῦμαι λοιπὸν τὴν ἐξήγησιν, ἅ τε αὐτὸς ἐθεασάμην συγγράφων, ἅ τε παρὰ τῶν ἑωρακότων ἠδυνήθημεν μαθεῖν, δοκιμάζων τἀληθὲς, ἐκ τοῦ μὴ παραλλάττειν κατὰ τὴν ἀπαγγελίαν τοὺς διηγουμένους αὐτά. Ἐπιπόνως δέ μοι τὸ ἀληθὲς ἐγνωρίζετο, πολλῶν τε καὶ διαφόρων ἀπαγγελλόντων: καὶ τῶν μὲν παρεῖναι λεγόντων τοῖς πράγμασι, τῶν δὲ πάντων μᾶλλον ἀξιούντων εἰδέναι.

Ὡς τοῦ βασιλέως Θεοδοσίου τελευτήσαντος, τῶν υἱῶν αὐτοῦ διανειμαμένων τὴν βασιλείαν, καὶ τοῦ στρατοῦ μετ̓ ὀλίγον ἀπὸ τῆς Ἰταλίας ἐλθόντος, τοῦ τε Ἀρκαδίου αὐτοῖς ὑπαντήσαντος, Ῥουφῖνος ὁ ὑπάρχων πρὸς τοῖς ποσὶ τοῦ βασιλέως ὑπ̓ αὐτῶν ἀναιρεῖται.

Τοῦ δὴ βασιλέως Θεοδοσίου τελευτήσαντος ἐν ὑπατείᾳ Ὀλυβρίου καὶ Προβίνου, τῇ ἑπτακαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνὸς, οἱ αὐτοῦ υἱοὶ τὴν Ῥωμαίων ἀρχὴν διαδέχονται: καὶ Ἀρκάδιος μὲν τῶν ἑῴων, Ὁνώριος δὲ τῶν ἑσπερίων εἶχε τὸ κράτος. Τῶν ἐκκλησιῶν δὲ κατὰ τούσδε τοὺς χρόνους προειστήκεισαν ἐν μὲν τῇ βασιλευούσῃ Ῥώμῃ Δάμασος: ἐν δὲ Ἀλεξανδρείᾳ Θεόφιλος: τῶν δὲ περὶ τὰ Ἱεροσόλυμα Ἰωάννης ἐκράτει: Φλαβιανὸς δὲ τὴν Ἀντιοχέων εἶχε: κατὰ δὲ τὴν νέαν Ῥώμην Κωνσταντινούπολιν [*](Cp. v. 8.) Νεκτάριος εἶχε τὸν θρόνον, καθὰ καὶ ἐν τῷ προλαβόντι βιβλίῳ ἡμῖν ἱστόρηται. Περὶ δὲ τὴν ὀγδόην τοῦ Νοεμβρίου μηνὸς, ἐν τῇ αὐτῇ ὑπατείᾳ, τὸ σῶμα Θεοδοσίου κομισθὲν τῇ νενομισμένῃ κηδείᾳ ὁ υἱὸς ἐτίμα Ἀρκάδιος. Οὐκ εἰς μακρὰν δὲ μετὰ ταῦτα τῇ εἰκάδι ἑβδόμῃ τοῦ αὐτοῦ μηνὸς καὶ ὁ στρατὸς παρῆν, ὁ ἅμα τῷ βασιλεῖ Θεοδοσίῳ κατὰ τοῦ τυράννου στρατεύσας. Ὡς οὖν ὁ βασιλεὺς Ἀρκάδιος κατὰ τὸ εἰωθὸς πρὸ τῶν πυλῶν ἀπήντησε τῷ στρατῷ, τηνικαῦτα καὶ οἱ στρατιῶται Ῥουφῖνον τὸν ὕπαρχον τοῦ βασιλέως ἀπέκτειναν. Ὑπωπτεύετο γὰρ εἰς τυραννίδα ὁ Ῥουφῖνος: καὶ δόξαν εἶχεν, ὡς αὐτὸς εἴη τοὺς Οὕννους τὸ βάρβαρον ἔθνος

251
ἐπικαλεσάμενος εἰς τὴν Ῥωμαίων χώραν. Καὶ γὰρ ἦσαν κατ̓ ἐκεῖνο τοῦ καιροῦ Ἀρμενίαν τε καὶ τινα μέρη τῆς ἑῴας κατατρέχοντες. Καθ̓ἣν μὲν οὖν ἡμέραν ὁ Ῥουφῖνος ἀνῄρητο, κατ̓αὐτὴν καὶ ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος Μαρκιανὸς ἐτελεύτησε: καὶ διαδέχεται τὴν ἐπισκοπὴν Σισίννιος, οὗ καὶ ἀνωτέρω [*](Cp. v. 10.) ἐμνημονεύσαμεν.

Περὶ τῆς τελευτῆς Νεκταρίου, καὶ τῆς Ἰωάννου χειροτονίας.

Ὀλίγου δὲ διελθόντος χρόνου, καὶ Νεκτάριος ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος ἐτελεύτησεν ἐν ὑπατείᾳ Καισαρίου καὶ Ἀττικοῦ [*](A.D. 397.) περὶ τὴν εἰκάδα ἑβδόμην τοῦ Σεπτεμβρίου μηνός. Εὐθὺς οὖν σπουδὴ περὶ χειροτονίας ἐπισκόπου ἐγίνετο: καὶ ἄλλων ἄλλον ἐπιζητούντων, περί τε τούτου πολλάκις προτεθείσης βουλῆς, τέλος ἐδόκει ἐκ τῆς Ἀντιοχείας μεταπέμπεσθαι Ἰωάννην τὸν τῆς Ἀντιοχείας πρεσβύτερον: φήμη γὰρ ἐκράτει περὶ αὐτοῦ, ὡς εἴη διδακτικὸς ἐν ταυτῷ καὶ ἐλλόγιμος. Ὀλίγου οὖν διαδράσαντος χρόνου, ψηφίσματι κοινῷ ὁμοῦ πάντων, κλήρου τε φημὶ καὶ λαοῦ, ὁ βασιλεὺς αὐτὸν Ἀρκάδιος μεταπέμπεται. Διὰ δὲ τὸ ἀξιόπιστον τῆς χειροτονίας παρῆσαν ἐκ βασιλικοῦ προστάγματος πολλοί τε καὶ ἄλλοι ἐπίσκοποι, καὶ δὴ καὶ ὁ τῆς Ἀλεξανδρείας Θεόφιλος: ὅστις σπουδὴν ἐτίθετο διασύραι μὲν τὴν Ἰωάννου δόξαν, Ἰσίδωρον δὲ ὑπ̓ αὐτῷ πρεσβύτερον πρὸς τὴν ἐπισκοπὴν προχειρίσασθαι, ὃν πάνυ ἠγάπα, ὅτι ὑπὲρ αὐτοῦ ποτὲ κινδυνῶδες ἐπίταγμα ἀνεδέξατο: τί δὲ τοῦτό ἐστιν, λεκτέον. Ἡνίκα ὁ βασιλεὺς Θεοδόσιος πρὸς τὸν τύραννον ἠγωνίζετο Μάξιμον, Θεόφιλος διὰ Ἰσιδώρου ξένια πέμπων βασιλεῖ, δισσὰς αὐτῷ ἐπιστολὰς ἐνεχείρισεν, ἐντειλάμενος προσενεγκεῖν τῷ νικήσαντι καὶ τὰ δῶρα καὶ τὰ γράμματα. Τούτοις διακονούμενος Ἰσίδωρος καταλαβὼν τὴν Ῥώμην τῇ νίκῃ ἐφέδρευεν: ἀλλ̓ οὐκ εἰς μακρὰν τὸ γινόμενον ἔλαθεν, ἀναγνώστου τοῦ συνόντος αὐτῷ τὰς ἐπιστολὰς ἐπικλέψαντος. Οὗ ἕνεκεν ὁ Ἰσίδωρος ἐν φόβῳ γενόμενος, ὡς εἶχεν, ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔφευγεν. Αὕτη πρόφασις ἦν Θεοφίλῳ τῆς ὑπὲρ Ἰσιδώρου σπουδῆς: οἱ μέντοι κατὰ τὰ βασίλεια τὸν Ἰωάννην προέκριναν. Ἐπειδὴ δὲ κατηγορίας κατὰ Θεοφίλου πολλοὶ ἀνεκίνουν, βιβλία τε κατ̓ αὐτοῦ ἄλλος δἰ ἄλλην αἰτίαν τοῖς παροῦσιν

252
ἐπισκόποις ἐδίδοσαν, ὁ προεστὼς τοῦ βασιλικοῦ κοιτῶνος Εὐτρόπιος, λαβὼν τὰς ἐγγράφους κατηγορίας, ἐπέδειξεν τῷ Θεοφίλῳ, εἰπὼν, ἐπιλογὴν ἔχειν, ἢ χειροτονεῖν Ἰωάννην, ἢ τὰς κατ̓ αὐτοῦ κατηγορίας εἰς ἔλεγχον ἄγεσθαι: ταῦτα φοβηθεὶς ὁ Θεόφιλος τὸν Ἰωάννην ἐχειροτόνησε. Χειροτονηθεὶς οὖν πρὸς τὴν τῆς ἐπισκοπῆς ἱερωσύνην ἐνθρονίζεται τῇ εἰκάδι ἕκτῃ τοῦ Φεβρουαρίου [*](A.D. 398.) μηνὸς, ὑπατείᾳ τῇ ἑξῆς, ᾗ ἐπετέλουν ἐν μὲν τῇ Ῥώμῃ ὁ βασιλεὺς [*]([*wal. h(/n.]) Ὁνώριος, ἐν δὲ τῇ Κωνσταντινουπόλει Εὐτυχιανὸς, ὁ τότε τῶν [*]([*wal. basilei/wn.]) βασιλέων ὕπαρχος. Ἐπεὶ δὲ ἐκφανὴς ὁ ἀνὴρ, ἐξ ὦν τε κατέλειπε λόγων, καὶ ἐξ ὧν πολλοῖς δεινοῖς περιέπεσεν, ἄξιον ἡγοῦμαι μὴ σιγῆσαι τὰ κατ̓ αὐτὸν, ἀλλ̓ ὡς οἷόν τε τὰ διὰ μακροτέρων λεχθησόμενα συστεῖλαι, εἰπεῖν τε ὅθεν ἦν καὶ ἐκ τίνων, καὶ ὅπως ἐπὶ τὴν ἱερωσύνην ἐκλήθη: ὅπως τε ἀφῃρέθη αὐτῆς, καὶ ὡς μετὰ θάνατον ἐτιμήθη μᾶλλον ἢ περιών.

Περὶ γένους καὶ ἀγωγῆς καὶ βίου Ἰωάννου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου.

Ἰωάννης Ἀντιοχεὺς μὲν ἦν τῆς Κοίλης Συρίας, υἱὸς δὲ Σεκούνδου καὶ μητρὸς Ἀνθούσης, ἐξ εὐπατριδῶν τῶν ἐκεῖ: μαθητὴς δὲ ἐγένετο Λιβανίου τοῦ σοφιστοῦ, καὶ ἀκροατὴς Ἀνδραγαθίου τοῦ φιλοσόφου. Μέλλων δὲ ἐπὶ δικανικὴν ὁρμᾷν, καὶ συνιδὼν τὸν ἐν τοῖς δικαστηρίοις μοχθηρὸν καὶ ἄδικον βίον, ἐπὶ τὸν ἡσύχιον μᾶλλον ἐτρέπετο: καὶ τοῦτο ἐποίησε ζηλώσας Εὐάγριον, ὃς καὶ αὐτὸς φοιτῶν παρὰ τοῖς αὐτοῖς διδασκάλοις τὸν ἡσύχιον πάλαι βίον μετήρχετο. Εὐθύς τε καὶ μεταθεὶς τὸ σχῆμα καὶ βάδισμα, τοῖς ἀναγνώσμασι τῶν ἱερῶν γραμμάτων προσεῖχε τὸν νοῦν, καὶ συνεχεῖς ἐποιεῖτο τὰς ἐπὶ τὴν ἐκκλησίαν σπουδάς. Πείθει δὲ καὶ Θεόδωρον καὶ Μάξιμον, συμφοιτητὰς αὐτῷ ὄντας παρὰ τῷ σοφιστῇ Λιβανίῳ, καταλιπεῖν μὲν τὸν χρηματιστικὸν βίον, μετιέναι δὲ τὸν λιτόν. Ὧν Θεόδωρος μὲν ὕστερον Μοψουεστίας τῆς ἐν Κιλικίᾳ πόλεως ἐπίσκοπος γέγονε: Μάξιμος δὲ Σελευκείας τῆς ἐν Ἰσαυρίᾳ. Τηνικαῦτα οὖν οὗτοι σπουδαῖοι περὶ τὴν ἀρετὴν γενόμενοι, μαθητεύουσιν εἰς τὰ ἀσκητικὰ Διοδώρῳ καὶ Καρτερίῳ, οἵ τινες τότε μὲν [*]([*wal. a)skhthri/wn.]) ἀσκητηρίῳ προΐσταντο. Διόδωρος δὲ αὐτῶν ὕστερον ἐπίσκοπος Ταρσοῦ γενόμενος πολλὰ βιβλία συνέγραψε, ψιλῷ τῷ γράμματι

253
τῶν θείων προσέχων γραφῶν, τὰς θεωρίας αὐτῶν ἐκτρεπόμενος. Ταῦτα μὲν οὖν περὶ τούτων: Ἰωάννην δὲ ἅμα Βασιλείῳ, τῷ τότε μὲν διακόνῳ ὑπὸ Μελετίου κατασταθέντι, μετὰ ταῦτα δὲ γενομένῳ Καισαρείας τῆς Καππαδοκῶν ἐπισκόπῳ, τὰ πολλὰ συνδιάγοντα, Ζήνων ὁ ἐπίσκοπος ἐκ τῶν Ἱεροσολύμων ὑποστρέφων ἀναγνώστην τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καθίστησιν. Ἐν τῇ τοῦ ἀναγνώστου οὖν τάξει καθεστὼς τὸν κατὰ Ἰουδαίων λόγον συνέταξεν. Μετ̓ οὐ πολὺ δὲ καὶ τῆς τοῦ διακόνου ἀξίας παρὰ Μελετίου τυχὼν τοὺς περὶ ἱερωσύνης λόγους συνέταξεν, καὶ τοὺς πρὸς Σταγείριον: ἔτι μὴν καὶ τοὺς περὶ ἀκαταλήπτου, καὶ τοὺς περὶ τῶν συνεισάκτων. Μετὰ ταῦτα δὲ Μελετίου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, —ἐκεῖ γὰρ παραγεγόνει διὰ τὴν Γρηγορίου τοῦ Ναζιανζηνοῦ κατάστασιν,—ἀναχωρήσας Ἰωάννης τῶν Μελετιανῶν, καὶ μήτε Παυλίνῳ συγκοινωνῶν, ἐπὶ τρεῖς ὅλους ἐνιαυτοὺς ἡσύχως διῆγεν. Ὕστερον δὲ Παυλίνου τελευτήσαντος, ὑπὸ Εὐαγρίου τοῦ διαδεξαμένου Παυλῖνον χειροτονεῖται πρεσβύτερος. Αὕτη μὲν ἡ Ἰωάννου πρὸ τῆς ἐπισκοπῆς, ὡς συντόμως εἰπεῖν, διαγωγή. Ἦν δὲ ἄνθρωπος, ὥς φασι, διὰ ζῆλον σωφροσύνης πικρότερος, καὶ πλέον, ὡς ἔφη τις τῶν οἰκειοτάτων αὐτῷ ἐκ νέας ἡλικίας, θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο: καὶ διὰ μὲν ὀρθότητα βίου οὐκ ἀσφαλὴς πρὸς τὰ μελλόντα, δἰ ἁπλότητα δὲ εὐχερής: ἐλευθεροστομίᾳ τε πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο: καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν ὠφελῆσαι τὰ τῶν ἀκουόντων ἤθη, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικὸς τοῖς ἀγνοοῦσιν αὐτὸν ἐνομίζετο.

Περὶ Σαραπίωνος τοῦ διακόνου, καὶ ὅπως δἰ αὐτὸν ὁ ἐπίσκοπος ἐχθρὸς τῷ κλήρῳ κατέστη καὶ πολέμιος.

Τοιοῦτος ὢν τὸ ἦθος, καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς, μείζονι ἢ ἐχρῆν τῇ ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, διορθοῦν τοὺς βίους τῶν ὑφ̓ αὑτῷ κληρικῶν, ὡς ᾤετο, προαιρούμενος. Εὐθὺς οὖν ἐν ἀρχῇ φανεὶς τοῖς τῆς ἐκκλησίας τραχὺς, ὑπ̓αὐτῶν ἐμισεῖτο: πολλοί τε πρὸς αὐτὸν ἀπηχθάνοντο, καὶ ὡς ὀργίλον ἐξέκλινον: ἐνῆγε δὲ αὐτὸν πρὸς τὸ πᾶσι προσκρούειν Σαραπίων, διάκονος ὑπ̓αὐτῷ ταττόμενος. Καί ποτε παρόντων τῶν κληρικῶν, μεγάλῃ τῇ φωνῇ

254
πρὸς τὸν ἐπίσκοπον τοιοῦτον λόγον ἐφθέγξατο: Οὔποτε, ὦ ἐπίσκοπε, τούτων κρατῆσαι δυνήσῃ, εἰ μὴ μιᾷ ῥάβδῳ πάντας ἐλαύνοις. Τοῦτο λεχθὲν τὸ κατὰ τοῦ ἐπισκόπου μῖσος ἐξήγειρεν. Ὁ δὲ ἐπίσκοπος οὐκ εἰς μακρὰν πολλοὺς τῆς ἐκκλησίας ἄλλον δἰ ἄλλην αἰτίαν ἐξέβαλλεν: οἱ δὲ, οἷα φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις τῶν κρατούντων ὁρμαῖς, φατρίας συνίστασαν κατ̓ αὐτοῦ, καὶ διαβολαῖς πρὸς τὸν δῆμον ἐκέχρηντο. Εἰς πίστιν δὲ ἦγεν τοὺς ἀκούοντας τὰ λεγόμενα τὸ μὴ βούλεσθαι τὸν ἐπίσκοπον συνεσθίειν τινὶ, μηδὲ καλούμενον ἐφ̓ἑστίαν παραγίνεσθαι: ἐξ οὗ καὶ μάλιστα ἡ μείζων ἐκράτησε διαβολὴ κατ̓ αὐτοῦ. Καὶ τίνι μὲν σκοπῷ συνεσθίειν οὐδενὶ προῄρητο, σαφῶς οὐδεὶς ἀπαγγεῖλαι δεδύνηται: οἱ μὲν γὰρ ὑπὲρ αὐτοῦ ἀπολογεῖσθαι βουλόμενοι ἔφασκον ὡς εἴη ἐμπαθὴς, καὶ δυσφόρως τὰ σιτία προσφέροιτο, καὶ διὰ τοῦτο μόνος ἐσθίει: ἄλλοι δὲ, ὅτι δἰὑπερβάλλουσαν ἄσκησιν τοῦτο ἐποίει. Ὅπως δὲ ἀληθείας ἂν εἶχε τὸ γινόμενον, οὐ μικρὰ συνεβάλλετο πρὸς διαβολὴν τοῖς κατηγοροῦσιν αὐτοῦ. Ὁ μέντοι λαὸς διὰ τοὺς ἐν τῇ ἐκκλησίᾳ λεγομένους ὑπ̓ αὐτοῦ λόγους σφόδρα συνεκρότει καὶ ἠγάπα τὸν ἄνθρωπον, μικρὰ φροντίζων τῶν κατηγορεῖν ἐπιχειρούντων αὐτοῦ. Ὁποῖοι δέ εἰσιν οἵ τε ἐκδοθέντες παῤ αὐτοῦ λόγοι καὶ οἱ λέγοντος αὐτοῦ ὑπὸ τῶν ὀξυγράφων ἐκληφθέντες, ὅπως τε λαμπροὶ, καὶ τὸ ἐπαγωγὸν ἔχοντες, τί δεῖ νῦν λέγειν, ἐξὸν τοῖς βουλομένοις αὐτοὺς ἀναλέγεσθαι, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρποῦσθαι;

Ὅτι οὐ πρὸς τοὺς ἐν τῷ κλήρῳ μόνον Ἰωάννης ἀλλὰ καὶ πρὸς τοὺς ἐν τέλει διεφέρετο: καὶ περὶ Εὐτροπίου τοῦ εὐνούχου.

Ἕως μὲν οὖν τῷ κλήρῳ μόνῳ προσέκρουεν, ἀσθενὴς ἦν ἡ σκευωρουμένη κατ̓αὐτοῦ μηχανή: ἐπειδὴ δὲ καὶ πολλοὺς τῶν ἐν τέλει πέρα τοῦ προσήκοντος ἐξελέγχειν ἐπειρᾶτο, τηνικαῦτα καὶ ὁ κατ̓ αὐτοῦ φθόνος πλείων ἐξήπτετο. Καὶ πολλὰ μὲν ἐλέγετο κατ̓ αὐτοῦ: τὰ πλεῖστα δὲ λοιπὸν καὶ πίστιν ἐνεποίει τοῖς ἀκούουσι: προσθήκην δὲ τῇ διαβολῇ ἐποίει ἡ κατὰ Εὐτροπίου τότε λεχθεῖσα ὑπ̓ αὐτοῦ προσομιλία. Εὐτρόπιος γὰρ εὐνοῦχος, προεστὼς τοῦ βασιλικοῦ κοιτῶνος, καὶ τὴν τοῦ ὑπάτου ἀξίαν πρῶτος εὐνούχων παρὰ βασιλέως λαβὼν, ἀμύνασθαί τινας προσφεύγοντας τῇ ἐκκλησίᾳ

255
βουλόμενος, σπουδὴν πεποίητο νόμον παρὰ τῶν αὐτοκρατόρων προτεθῆναι, κελεύοντα μηδένα προσφεύγειν ταῖς ἐκκλησίαις, ἀλλὰ καὶ τοὺς ἤδη προσφεύγοντας ἀφέλκεσθαι. Δίκη δὲ εὐθὺς ἐπηκολούθει: προὔκειτο γὰρ ὁ νόμος, καὶ μετ̓ οὐ πολὺ προσκρούσας τῷ βασιλεῖ ὁ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἦν. Ὁ οὖν ἐπίσκοπος, τοῦ Εὐτροπίου ὑπὸ τὸ θυσιαστήριον κειμένου καὶ ἐκπεπληγότος ὑπὸ τοῦ φόβου, καθεσθεὶς ἐπὶ τοῦ ἄμβωνος, ὅθεν εἰώθει καὶ πρότερον ὁμιλεῖν χάριν τοῦ ἐξακούεσθαι, λόγον ἐλεγκτικὸν ἐξέτεινε κατ̓ αὐτοῦ. Ἐφ̓ ᾧ πλέον ἐδόκει προσκρούειν τισὶν, ὅτι τὸν ἀτυχοῦντα οὐ μόνον οὐκ ἠλέει, ἀλλ̓ ἐκ τοῦ ἐναντίου καὶ ἤλεγχεν. Εὐτροπίου μὲν οὖν τότε τὴν ὕπατον ἀξίαν χειρίζοντος, διά τινα πταίσματα ὁ βασιλεὺς τὴν κεφαλὴν ἀποτμηθῆναι ἐκέλευσεν: ἐκ δὲ τοῦ καταλόγου τῶν ὑπάτων περιῃρέθη τὸ ὄνομα, καὶ μόνου τοῦ [*](A.D. 399.) συνυπατεύσαντος Θεοδώρου ἐγγέγραπται. Λόγος δὲ, ὅτι ὁ ἐπίσκοπος Ἰωάννης καὶ Γαϊνᾶν τὸν τηνικαῦτα στρατηλάτην τῇ συνήθει παρρησίᾳ χρώμενος ἰσχυρῶς περιύβρισεν, ὅτε μίαν ἐκκλησίαν τῶν ἐντὸς τῆς πόλεως προσνεμηθῆναι τοῖς ὁμοθρήσκοις αὐτοῦ Ἀρειανοῖς παρὰ τοῦ βασιλέως αἰτῆσαι ἐτόλμησεν. Ἄλλον τε δἰ ἄλλην αἰτίαν τῶν κρατούντων ἐξήλεγχεν σὺν παρρησίᾳ πολλῇ, δἰ ἣν πολλοῖς διάφορος ἦν. Ὅθεν καὶ Θεόφιλος ὁ Ἀλεξανδρείας ἐπίσκοπος εὐθὺς μετὰ τὴν χειροτονίαν ἐπενόει ὅπως αὐτὸν σκευωρήσηται, καί τισι μὲν τῶν παρόντων περὶ τούτου κρυφαίως διελέγετο: πολλοῖς δὲ καὶ τῶν μακρὰν ἀπόντων τὴν οἰκείαν διήγγειλε βούλησιν. Ἐλύπει γὰρ αὐτὸν οὐ μόνον ἡ ὑπερβάλλουσα Ἰωάννου παρρησία, ἀλλ̓ ὅτι καὶ Ἰσίδωρον τὸν πρεσβύτερον ὑπ̓αὐτῷ ταττόμενον εἰς τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως προβάλλεσθαι οὐκ ἴσχυσεν. Ἐν τούτοις μὲν τὰ κατὰ Ἰωάννην τὸν ἐπίσκοπον ἦν: καὶ εὐθὺς ἐν ἀρχῇ κατ̓ αὐτοῦ ὤδινε τὸ κακόν: καὶ τὰ μὲν περὶ αὐτοῦ προϊόντες δηλώσομεν.

Περὶ τῆς τυραννίδος Γαϊνᾶ τοῦ Γότθου, καὶ τῆς ὑπ̓ αὐτοῦ γενομένης ταραχῆς ἐν Κωνσταντινουπόλει, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ.

Πρᾶγμα δὲ ἄξιον μνήμης ἐπὶ τῶνδε τῶν χρόνων γενόμενον διηγήσομαι, δεικνὺς ὅπως ἡ τοῦ Θεοῦ πρόνοια τὴν πόλιν καὶ τὰ Ῥωμαίων ἐκ μεγίστου κινδύνου παραδόξοις βοηθείαις ἐρρύσατο:

256
τί δέ ἐστι τοῦτο λεκτέον. Γαϊνᾶς βάρβαρος μὲν ἦν τὸ γένος: ὑπὸ Ῥωμαίοις δὲ γενόμενος καὶ στρατείᾳ προσομιλήσας, κατὰ βραχὺ δὲ προκόψας, τέλος στρατηλάτης Ῥωμαίων ἱππικῆς τε καὶ πεζικῆς ἀναδείκνυται. Ἐπιλαβόμενος δὲ τῆς τηλικαύτης δυναστείας ἑαυτὸν οὐκ ἐγίνωσκεν, οὐδὲ τὴν ἑαυτοῦ διάνοιαν κατέχειν ἠδύνατο: ἀλλὰ πάντα λίθον, τὸ δὴ λεγόμενον, ἐκίνει, ὅπως ἂν ὑφ̓ ἑαυτῷ τὰ Ῥωμαίων ποιήσειε. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς αὐτοῦ χώρας μετεπέμψατο: τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτικῶν [*]([*wal. a)rxa/s;]) ἀριθμῶν τούτους ἔχειν παρεσκεύαζεν. Τριβιγίλδου δὲ ἑνὸς τῶν αὐτοῦ συγγενῶν χιλιαρχοῦντος τῶν ἱδρυμένων ἐν τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ Γαϊνᾶ νεωτερίσαντος, καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, αὐτὸς ἐπιτραπῆναι ἑαυτῷ κατασκευάζει τὴν τῶν ἐκεῖ πραγμάτων φροντίδα. Ἔπειτα ὁ βασιλεὺς Ἀρκάδιος οὐδὲν προϊδόμενος ἑτοίμως ἐπέτρεψεν: καὶ ὃς εὐθὺς ἐπορεύετο τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος: ἦγε δὲ μεθ̓ ἑαυτοῦ Γότθων βαρβάρων οὐκ ὀλίγας μυριάδας: καὶ καταλαβὼν τὴν Φρυγίαν, πάντα ἀνέτρεπεν. Εὐθὺς οὖν ἐν ταραχῇ ἦν τὰ Ῥωμαίων, οὐ μόνον διὰ τὸ προσὸν τῷ Γαϊνᾷ πλῆθος βαρβάρων, ἀλλ̓ ὅτι καὶ τὰ τῆς ἑῴας ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλε. Τότε δὴ ὁ βασιλεὺς γνώμῃ χρηστῇ πρὸς τὸν παρόντα καιρὸν χρησάμενος, τέχνῃ μετῆλθε τὸν βάρβαρον: διαπεμψάμενος γοῦν πρὸς αὐτὸν, πᾶσι λόγοις καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἦν. Τούτου δὲ ἐξαιτοῦντος δύο τῶν πρώτων τῆς συγκλήτου ἄνδρας ἀπὸ ὑπάτων, οὓς ὑπενόει ἐκκόψειν αὐτοῦ τὰς ὁρμὰς, Σατορνῖνον καὶ Αὐρηλιανὸν, ἄκων αὐτοὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχεν ὁ βασιλεύς. Καὶ οἱ μὲν ὑπὲρ τοῦ κοινοῦ προαποθνήσκειν αἱρούμενοι γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον: καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ἀπήντων, ἕτοιμοι πάσχειν πᾶν ὁτιοῦν ὁ βάρβαρος ἤθελεν. Ἀλλ̓ οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν: ὁ δὲ ἀκκιζόμενος παρῆν ἐπὶ τὴν Χαλκηδόνα: ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. Γενόμενοί τε ἐν τῷ μαρτυρίῳ, ἔνθα τὸ σῶμα τῆς μάρτυρος Εὐφημίας ἀπόκειται, ὅρκοις ἐπιστοῦντο ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ βάρβαρος, ἦ μὴν μὴ ἐπιβουλεύσειν ἀλλήλοις. Ἀλλ̓ ὁ μὲν βασιλεὺς, εὔορκός τις ἀνὴρ καὶ διὰ τοῦτο θεοφιλὴς, τοῖς ὅρκοις ἐνέμεινε: Γαϊνᾶς δὲ παρεσπόνδει τε καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν, ἀλλ̓ ἐμπρησμούς
257
τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατά τε τῆς Κωνσταντινουπόλεως, καὶ καθ̓ ὅλης εἰ δύναιτο τῆς Ῥωμαίων ἀρχῆς. Βεβαρβάρωτο οὖν ἡ πόλις ὑπὸ τῶν πολλῶν μυριάδων, καὶ οἱ αὐτῆς οἰκήτορες ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. Τοσοῦτος δὲ ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγιστον ἐκ τοῦ οὐρανοῦ καὶ μέχρι τῆς γῆς διήκοντα, καὶ οἷον οὐδεὶς ἐθεάσατο πρότερον, μηνύειν αὐτόν. Ὁ μέντοι Γαϊνᾶς πρῶτον μὲν ἐπειράθη ἀνέδην διαρπαγὴν τοῦ δημοσίᾳ ἐν τοῖς ἐργαστηρίοις πωλουμένου ἀργυρίου ποιήσασθαι. Ὡς δὲ φήμης προμηνυθείσης, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν χωρεῖ βουλήν: καὶ νυκτὸς μὲν οὔσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τὸ ἐμπρῆσαι τὰ βασίλεια. Τότε δὴ καὶ ἐδείχθη περιφανῶς, ὅπως ὁ Θεὸς πρόνοιαν ἐποιεῖτο τῆς πόλεως: ἀγγέλων γὰρ πλῆθος ὤφθη τοῖς ἐπιβουλεύουσιν ἐν σχήματι ὁπλιτῶν μεγάλα ἐχόντων τὰ σώματα. Οὓς ὑποτοπήσαντες οἱ βάρβαροι ἀληθῶς εἶναι στρατὸν πολὺν καὶ γενναῖον, κατεπλάγησάν τε καὶ ὑπανεχώρησαν. Ὡς δὲ ἀγγελθὲν τοῦτο τῷ Γαϊνᾷ πέρα πίστεως κατεφαίνετο,—ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικὸν, κατὰ τὰς πόλεις γὰρ ἐνίδρυτο,—πέμπει καὶ αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτὶ καὶ μετὰ ταῦτα πολλάκις. Ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο,—ἀεὶ γὰρ οἱ τοῦ Θεοῦ ἄγγελοι τὴν αὐτὴν τοῖς ἐπιβουλεύουσι παρεῖχον φαντασίαν,—τέλος αὐτὸς σὺν πλήθει πολλῷ προσελθὼν πεῖραν λαμβάνει τοῦ θαύματος. Ὑπονοήσας δὲ ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος, καὶ τοῦτο δἰ ἡμέρας μὲν λανθάνειν, νύκτωρ δὲ πρὸς τὴν αὐτοῦ ἐπιχείρησιν ἀντέχειν, τεχνάζεται βούλησιν, ὡς μὲν ἐνόμιζεν, Ῥωμαίους βλάπτουσαν, ἐπωφελῆ δὲ, ὡς ἡ ἔκβασις ἔδειξεν. Ὑποκρινόμενος γὰρ δαιμονᾷν, ὡς εὐξόμενος τὸ μαρτύριον τοῦ ἀποστόλου Ἰωάννου, ʽἑπτὰ δὲ σημείοις ἀπέχει τοῦτο τῆς πόλεωσ̓, καταλαμβάνει. Συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι τὰ ὅπλα κρυφαίως ἐξάγοντες, τοῦτο μὲν κεράμοις κατακρύψαντες, τοῦτο δὲ καὶ ἑτέραις χρώμενοι μηχαναῖς. Ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν τὸν δόλον εὑρόντες ἐκφέρεσθαι τὰ βέλη διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη σπασάμενοι τοὺς φρουροὺς διεχρήσαντο. Θόρυβός τε ἐντεῦθεν τὴν πόλιν εἶχε δεινὸς, καὶ πᾶσιν ὁ θάνατος παρεῖναι ἐδόκει. Ἀλλ̓ ὅμως ἡ μὲν πόλις ἐν τῷ ἀσφαλεῖ τότε ἐγίνετο, τῶν πανταχῆ πυλῶν αὐτῆς ὠχυρωμένων. Γνώμῃ δὲ
258
χρηστῇ ὁ βασιλεὺς ἐν καιρῷ ἐχρήσατο: καὶ φανερὸν πολέμιον κηρύξας εἶναι τὸν Γαϊνᾶν, κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. Μιᾶς τε ἐν μέσῳ μετὰ τὴν τῶν πυλωρῶν ἀναίρεσιν διαγενομένης ἡμέρας, συμβάλλουσιν οἱ παρόντες στρατιῶται τοῖς βαρβάροις ἐντὸς τῶν πυλῶν περὶ τὴν ἐκκλησίαν τῶν Γότθων: ἐνταῦθα γὰρ πάντες οἱ ὑπολειφθέντες ἠθροίσθησαν. Καὶ αὐτὴν μὲν ἐμπιμπρῶσιν, ἀναιροῦσι δὲ αὐτῶν σφόδρα πολλούς: ὁ Γαϊνᾶς δὲ μαθὼν ἀνῃρῆσθαι τοὺς μὴ φθάσαντας ἐξελθεῖν τῶν πυλῶν, γνούς τε μηκέτι αὐτῷ προχωρεῖν τὰς ἀπάτας, ᾅρας ἀπὸ τοῦ μαρτυρίου ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη. Καὶ καταλαβὼν τὴν Χερρόνησον, ἐξ αὐτῆς διαπεραιοῦσθαι, καὶ καταλαμβάνειν τὴν Λάμψακον ἐσπούδαζεν, ὅπως ἂν ἐντεῦθεν τῶν ἑῴων μερῶν κρατῆσαι δυνήσηται. Ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ Θεοῦ προνοίας θαυμαστὸν ἔργον ἐδείκνυτο. Ὡς γὰρ οἱ βάρβαροι ἀποροῦντες πλοίων, σχεδίας συμπήξαντες ἐπ̓ αὐτῶν ἐπεραιοῦντο, αἱ τῶν Ῥωμαίων στρατιωτικαὶ νῆες ὅσον οὐδέπω παρῆσαν, ἄνεμός τε Ζέφυρος πνεῖ σφοδρός. Καὶ οἱ μὲν Ῥωμαῖοι ταῖς ναυσὶ ῥᾳδίως διεξέπλεον: οἱ δὲ βάρβαροι ἅμα τοῖς ἵπποις ἐν ταῖς σχεδίαις ὑπὸ τοῦ κλύδωνος ἀναρριπτούμενοι ἐξελικμῶντο, καὶ ἐν τῇ θαλάσσῃ διεφθείροντο: πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἀπώλλυντο. Οὕτω μὲν οὖν τότε πλεῖστον πλῆθος τῶν βαρβάρων ἐν τῷ διέκπλῳ ἀπώλετο: Γαϊνᾶς δὲ ἀναζεύξας, καὶ διὰ τῆς Θρᾴκης φυγῇ χρώμενος, περιπίπτει ἑτέρᾳ δυνάμει Ῥωμαίων, καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Καὶ ταῦτα μὲν ὡς ἐν ἐπιδρομῇ περὶ Γαϊνᾶ ἀποχρώντως λελέχθω. Εἰ δέ τῳ φίλον ἀκριβῶς μαθεῖν τὰ ἐν ἐκείνῳ τῷ πολέμῳ γεγενημένα, ἐντυγχανέτω τῇ Γαϊνίᾳ τοῦ [*](Cp. vii. 1.) σχολαστικοῦ Εὐσεβίου: ὃς ἐφοίτα μὲν τηνικαῦτα παρὰ Τρωΐλῳ τῷ σοφιστῇ, αὐτόπτης δὲ τοῦ πολέμου γενόμενος ἐν τέσσαρσι βιβλίοις ἡρωϊκῷ μέτρῳ τὰ γενόμενα διηγήσατο: καὶ προσφάτων ὄντων τῶν πραγμάτων, σφόδρα ἐπὶ τοῖς ποιήμασιν ἐθαυμάσθη. Καὶ νῦν δὲ ὁ ποιητὴς Ἀμμώνιος τὴν αὐτὴν ὑπόθεσιν ῥαψῳδήσας [*](A.D. 438.) ἐν τῇ ἑκκαιδεκάτῃ ὑπατείᾳ τοῦ νέου Θεοδοσίου, ἣν ἅμα Φαύστῳ ἐπετέλει, ἐπὶ τοῦ αὐτοκράτορος ἐπιδειξάμενος λαμπρῶς εὐδοκίμησε: [*](A.D. 400.) Τέλος δὲ ἔσχεν οὗτος ὁ πόλεμος ἐν τῇ ὑπατείᾳ Στελίχωνος καὶ [*](A.D. 401.) Αὐρηλιανοῦ. Τὴν δὲ ἑξῆς ὑπατείαν ἐδίδου Φραύϊτος, Γότθος μὲν
259
καὶ αὐτὸς τῷ γένει, μεγάλῃ δὲ εὐνοίᾳ τῇ πρὸς Ῥωμαίους χρησάμενος, μεγάλα δὲ καὶ ἐν τῷδε τῷ πολέμῳ ἀγωνισάμενος. Διὸ καὶ τῆς τοῦ ὑπάτου ἀξίας μετέσχεν: καθ̓ ἣν τίκτεται τῷ βασιλεῖ Ἀρκαδίῳ υἱὸς, ὁ ἀγαθὸς Θεοδόσιος, τῇ δεκάτῃ τοῦ Ἀπριλλίου μηνός: τοσαῦτα μὲν οὖν περὶ τούτων εἰρήσθω. Τηλικούτων δὲ τότε κατειληφότων τὰ Ῥωμαίων πράγματα, οἱ τὴν ἱερωσύνην πεπιστευμένοι τοῦ ῥάπτειν καθ̓ ἑαυτῶν δόλους ἐφ̓ ὕβρει τοῦ Χριστιανισμοῦ οὐδαμῶς ἀπείχοντο. Καὶ γὰρ ἐν τούτῳ τῷ χρόνῳ ἐπαναστάσεις ἐμελέτων κατ̓ ἀλλήλων οἱ ἱερεῖς: ἀρχὴν δὲ τὸ κακὸν ἐκ τῆς Αἰγύπτου ἐλάμβανε δἰ αἰτίαν τοιαύτην.