Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τοῦ εὑρεθέντος χρησμοῦ ἐν λίθῳ γεγλυμμένῳ: ὅτε τὸ Χαλκηδόνος τεῖχος ἐλύετο κατ̓ ὀργὴν τοῦ βασιλέως Οὐάλεντος.

Ο μέντοι βασιλεὺς Χαλκηδόνος, τῆς κατ̓ ἀντικρὺ Βυζαντίου πόλεως, τὰ τείχη λύειν προσέταττεν. Ὀμωμόκει γὰρ τοῦτο ποιήσειν,

179
νικήσας τὸν τύραννον, ὅτι Χαλκηδόνιοι τῷ τυράννῳ προσθέμενοι αἰσχρῶς αὐτὸν περιύβρισαν, καὶ τὰς πύλας τῆς πόλεως προσιόντος ἀπέκλεισαν. Τὸ μὲν οὖν τεῖχος κελεύσει τοῦ βασιλέως ἐλύετο: καὶ οἱ λίθοι εἰς τὸ Κωνσταντινουπόλεως δημόσιον λουτρὸν μετεφέροντο, ᾧ προσωνυμία Κωνσταντιαναί. Εὕρηται δὲ ἐν ἑνὶ τῶν λίθων ἐπιγεγραμμένος χρησμὸς, ὃς ἐκέκρυπτο μὲν ἐκ παλαιοῦ, τότε δὲ φανερὸς ἐγένετο, δηλῶν, ὡς ἡνίκα δαψιλὲς ὕδωρ ὑπάρξαι τῇ πόλει, τότε τὸ μὲν τεῖχος λουτρῷ ὑπουργήσει: μυρία δὲ φῦλα βαρβάρων, καταδραμόντα τὴν Ῥωμαίων γῆν καὶ πολλὰ χαλεπὰ δράσαντα, τελευταῖον καὶ αὐτὰ φθαρήσεται. Οὐδὲν δὲ κωλύει φιλομαθίας ἕνεκεν καὶ τὸν χρησμὸν ἐνταῦθα προσθεῖναι: Ἀλλ̓ ὅτε δὴ νύμφαι δροσερὴν κατὰ ἄστυ χορείην [*](Cp. Ammianus, xxxi. 1, 5.) Τερπόμεναι στήσωνται ἐϋστεφέας κατ̓ ἀγυιὰς, Καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ: Δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων, Ἄγρια, μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκὴν, Ἴστρου καλλιρόοιο πόρον διαβάντα σὺν αἰχμῇ, Καὶ Σκυθικὴν ὀλέσει χώρην καὶ Μυσίδα γαῖαν, Θρηϊκίης δ̓ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν, Αὐτοῦ κεν βιότοιο τέλος, καὶ πότμον ἐπίσποι. Οὗτος μὲν οὖν ὁ χρησμός. Συνέβη δὲ μετὰ χρόνον τὸν ὁλκὸν τοῦ ὕδατος ὑπὸ Οὐάλεντος κατασκευασθέντα δαψιλὲς παρασχεῖν τῇ Κωνσταντινουπόλει τὸ ὕδωρ: καὶ τότε τὰ βαρβαρικὰ ἐκινήθη, ὡς ὕστερον λέξομεν. Τὸν μέντοι χρησμὸν καὶ κατὰ ἄλλον τρόπον συνέπεσεν ἐκληφθῆναι: τοῦ ὑδραγωγοῦ γὰρ εἰσαχθέντος εἰς τὴν πόλιν, Κλέαρχος, ἔπαρχος ὢν τῆς πόλεως, ὑδρεῖον μέγιστον κατεσκεύασεν ἐν τῇ νῦν Θεοδοσίου ἀγορᾷ καλουμένῃ, ὃ ἐφημίσθη Δαψιλὲς ὕδωρ. Ἐφ̓ ᾧ ἑορτὴν ἱλαρὰν ἦγεν ἡ πόλις: καὶ τοῦτο εἶναι τὸ λεγόμενον τῷ χρησμῷ, τὸ, χορείην Τερπόμεναι στήσονται ἐϋστεφέας κατ̓ ἀγυιάς. Ἀλλὰ τὰ μὲν κατὰ τὸν χρησμὸν μικρὸν ὕστερον ἐγένετο: τότε δὲ λυομένου, Κωνσταντινουπολῖται παρεκάλουν τὸν βασιλέα παῦσαι τὴν τοῦ τείχους κατάλυσιν. Συμπαρεκάλουν δὲ καὶ οἱ ἐκ Βιθυνίας παρόντες ἐν τῇ Κωνσταντινουπόλει Νικομηδεῖς τε καὶ οἱ ἐνοικοῦντες
180
τὴν Νίκαιαν. Ὁ δὲ βασιλεὺς περιοργὴς ὢν μόλις μὲν ἐδέχετο τῶν ἱκετευόντων τὴν δέησιν: ἀφοσιούμενος δὲ τῷ ὅρκῳ, ἅμα τε λύειν ἐκέλευσε, καὶ ἅμα πληροῦν τὰ λυόμενα ἑτέροις λίθοις μικροῖς. Καὶ νῦν ἐστὶν ἰδεῖν ἔν τισι τοῦ τείχους μέρεσιν, ὅπως τοῖς μεγίστοις καὶ θαυμαστοῖς λίθοις ἡ τότε γενομένη εὐτελὴς οἰκοδομὴ ἐπίκειται. Τοσαῦτα καὶ περὶ τοῦ Χαλκηδονίων τείχους εἰρήσθω μοι.

Ὡς ὁ βασιλεὺς Οὐάλης καὶ Ναυατιανοὺς ὁμοίως τοῖς ὀρθοδόξοις τὸ ὁμοούσιον φρονοῦντας ἤλαυνεν.

Ὁ μέντοι βασιλεὺς τοῦ διώκειν τοὺς τοῦ ὁμοουσίου φρονήματος οὐκ ἐπαύετο, ἀλλ̓ ἐξήλαυνε μὲν αὐτοὺς τῆς Κωνσταντινουπόλεως: [*](Cp. ii. 38.) σὺν αὐτοῖς δὲ καὶ Ναυατιανοὺς ὡς ὁμόφρονας. Καὶ τὰς ἐκκλησίας αὐτῶν κλεισθῆναι ἐκέλευσε: καὶ τὸν ἐπίσκοπον αὐτῶν ἐξορίᾳ [*](v. 21.) ζημιοῦν προσέταττε. Ἀγέλιος ὄνομα αὐτῷ: ἀνὴρ ἤδη πάλαι ἐκ τῶν Κωνσταντίνου χρόνων τῶν ἐκκλησιῶν προεστὼς, καὶ βίον ἀποστολικὸν βιούς: ἀνυπόδητος γὰρ διόλου διῆγε, καὶ ἐνὶ χιτῶνι [*](Matt. x. 10.) ἐκέχρητο, τὸ τοῦ εὐαγγελίου φυλάττων ῥητόν. Ἐπέσχε δὲ τὴν κατὰ Ναυατιανῶν τοῦ βασιλέως ὀργὴν ἀνὴρ εὐλαβὴς ἐν ταὐτῷ καὶ ἐλλόγιμος, Μαρκιανὸς τοὔνομα, ὃς πάλαι μὲν κατὰ τὰ βασίλεια ἐστρατεύετο, τότε δὲ καὶ πρεσβύτερος τῆς Ναυατιανῶν ἐκκλησίας τυγχάνων γραμματικοὺς λόγους Ἀναστασίαν καὶ Κάρωσαν τὰς τοῦ βασιλέως θυγατέρας ἐδίδασκεν, ὧν ἐπ̓ ὀνόματι καὶ δημόσια λουτρὰ ἐν τῇ Κωνσταντινουπόλει κατεσκευασμένα ὑπὸ Οὐάλεντος δείκνυται. Αἰδοῖ οὖν τῇ πρὸς τὸν ἄνδρα, πρὸς ὀλίγον κλεισθεῖσαι, αἱ τῶν Ναυατιανῶν ἐκκλησίαι αὖθις ἠνοίγοντο. Οὐ μέντοι ταραχῆς τῆς παρὰ Ἀρειανῶν ἐπιφερομένης τελέως ἦσαν ἐλεύθεροι: ἐμισοῦντο γὰρ ὑπ̓ αὐτῶν, ὅτι τοὺς ὁμόφρονας ἠγάπων καὶ ἔστεργον. Τὰ μὲν οὖν περὶ τόνδε τὸν χρόνον οὕτω διέκειτο: ἰστέον δὲ, ὅτι ὁ μὲν [*](A.D. 366.) πρὸς τὸν τύραννον Προκόπιον πόλεμος ἐν ὑπατείᾳ Γρατιανοῦ καὶ Δαγαλαίφου ἐγένετο περὶ τὰ τελευταῖα τοῦ Μαΐου μηνός.

181

Ὡς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁμώνυμον παῖδα γεγέννηκεν, Γρατιανοῦ πρὸ τῆς βασιλείας αὐτοῦ γεγεννημένου.

Ὀλίγον δὲ ὕστερον τοῦδε τοῦ πολέμου κατὰ τὴν αὐτὴν ὑπατείαν Οὐαλεντινιανῷ τῷ βασιλεῖ ἐν τοῖς ἑσπερίοις μέρεσιν ἐτέχθη υἱὸς ὁμώνυμος αὐτῷ: Γρατιανὸς γὰρ ἤδη πρότερον πρὸ τῆς βασιλείας αὐτῷ γεγέννητο.

Περὶ τῆς κατενεχθείσης οὐρανόθεν ἐξαισίου χαλάζης, καὶ περὶ τῶν ἐν Βιθυνίᾳ καὶ Ἑλλησπόντῳ σεισμῶν.

Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Λουπικίνου καὶ Ἰοβιανοῦ, χειροπληθὴς [*](A.D. 367.) κατηνέχθη χάλαζα ἐν τῇ Κωνσταντινουπόλει τῇ δευτέρᾳ τοῦ Ἰουνίου μηνὸς λίθοις ἐμφερής. Τὴν δὲ χάλαζαν πολλοὶ ἔφασκον κατὰ μῆνιν Θεοῦ κατενηνέχθαι, ὅτι πολλοὺς τῶν ἱερωμένων ἀνδρῶν ἐξορίστους ὁ βασιλεὺς ἐποίει, μὴ βουλομένους κοινωνεῖν Εὐδοξίῳ. Ὀλίγον δὲ μετὰ τόνδε τὸν χρόνον κατὰ τὴν αὐτὴν ὑπατείαν Οὐαλεντινιανὸς ὁ βασιλεὺς τὸν υἱὸν Γρατιανὸν βασιλέα κατέστησε τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ Αὐγούστου μηνός. Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Οὐαλεντινιανοῦ τὸ δεύτερον καὶ [*](A.D. 368) Οὐάλεντος τὸ δεύτερον, σεισμὸς περὶ τὴν Βιθυνίαν γενόμενος Νίκαιαν τὴν πόλιν κατέστρεψεν τῇ ἑνδεκάτῃ τοῦ μηνὸς Ὀκτωβρίου: τοῦτο ἦν δωδέκατον ἔτος μετὰ τὴν Νικομηδείας πτῶσιν. Ὀλίγον δὲ μετὰ τόνδε τὸν σεισμὸν καὶ Γέρμης τῆς ἐν Ἑλλησπόντῳ τὰ πολλὰ μέρη ὑπὸ τοῦ ἑτέρου σεισμοῦ κατηνέχθη. Καὶ τούτων γινομένων, οὐδεμία εὐλάβεια οὔτε Εὐδόξιον ὑπεισῄει τὸν τῶν Ἀρειανῶν ἐπίσκοπον, οὔτε μὴν τὸν βασιλέα Οὐάλεντα: τοῦ γὰρ διώκειν τοὺς μὴ τὰ αὐτῶν φρονοῦντας οὐκ ἐπαύοντο. Τεκμήρια δὲ ἐδόκει εἶναι τὰ τῶν σεισμῶν τῆς τῶν ἐκκλησιῶν ταραχῆς. Ἐγίνοντο οὖν, ὡς ἔφην, ἐξόριστοι πολλοὶ τῶν ἱερωμένων ἀνδρῶν: μόνοι δὲ ἔκ τινος Θεοῦ προνοίας, δἰ ὑπερβάλλουσαν εὐλάβειαν, οὐχ ὑπεβλήθησαν ἐξορίαις Βασίλειος καὶ Γρηγόριος, ὦν ὁ μὲν Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἐπίσκοπος ἦν, Γρηγόριος δὲ Ναζιανζοῦ πόλεως εὐτελοῦς γειτνιαζούσης τῇ Καισαρείᾳ. Περὶ μὲν οὖν Βασιλείου καὶ Γρηγορίου προϊόντες ἐροῦμεν. [*](c. 26.)

182

Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες διὰ τὴν τοῦ βασιλέως περὶ αὐτοὺς βίαν στενοχωρούμενοι πρὸς Λιβέριον τὸν Ῥώμης διαπρεσβευσάμενοι τῷ ὁμοουσίῳ ἐγγράφως προσέθεντο.

Τῶν δὲ φρονούντων τὸ ὁμοούσιον σφοδρῶς τότε συνελαθέντων, αὖθις οἱ διώκοντες κατὰ τῶν Μακεδονιανῶν ἐχώρουν. Οἱ δὲ φόβῳ μᾶλλον καὶ βίᾳ στενοχωρούμενοι κατὰ πόλεις διεπρεσβεύοντο πρὸς ἀλλήλους: δηλοῦντες, δεῖν ἐξ ἀνάγκης καταφεύγειν ἐπί τε τὸν ἀδελφὸν τοῦ βασιλέως, καὶ ἐπὶ Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον, ἀσπάζεσθαί τε τὴν ἐκείνων πίστιν μᾶλλον ἢ κοινωνεῖν τοῖς περὶ [*](Cp. ii. 43.) Εὐδόξιον. Πέμπουσιν οὖν Εὐστάθιον τὸν ἐκ Σεβαστείας, ὃς [*](Cp. ii. 39.) πολλάκις καθῄρητο, Σιλβανὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Θεόφιλον Κασταβάλων, Κιλικίας δὲ καὶ ἥδε πόλις, ἐντειλάμενοι μὴ διακριθῆναι πρὸς Λιβέριον περὶ πίστεως, ἀλλὰ καὶ κοινωνῆσαι τῇ Ῥωμαίων ἐκκλησίᾳ, καὶ κυρῶσαι τὴν τοῦ ὁμοουσίου πίστιν. Οὗτοι γράμματα τῶν ἐν Σελευκείᾳ διακριθέντων ἐπικομιζόμενοι τὴν παλαιὰν Ῥώμην κατέλαβον: καὶ τῷ βασιλεῖ μὲν οὐκ ἐντυγχάνουσι: περὶ τὰς Γαλλίας γὰρ ἠσχολεῖτο, Σαυρομάτας ἐκεῖ πολεμῶν: Λιβερίῳ δὲ τὰς ἐπιστολὰς ἐγχειρίζουσιν. Ὁ δὲ αὐτοὺς προσδέξασθαι οὐδαμῶς ἐβούλετο: τῆς γὰρ Ἀρειανῶν μοίρας εἶναι, καὶ μὴ δύνασθαι δεχθῆναι ὑπὸ τῆς ἐκκλησίας ἔλεγεν, ὡς τὴν ἐν Νικαίᾳ πίστιν ἀθετήσαντες. Οἱ δὲ ἀπεκρίναντο, ἐκ μεταμελείας ἐπεγνώκεναι τὴν ἀλήθειαν, καὶ ἠρνῆσθαι μὲν ἤδη πρότερον τὴν τῶν ἀνομοίων πίστιν, ὅμοιόν τε ὡμολογηκέναι κατὰ πάντα τὸν Υἱὸν τῷ Πατρί: μηδέν τε διαφέρειν τοῦ ὁμοουσίου τὸ ὅμοιον. Ταῦτα λέγοντας Λιβέριος ἔγγραφον τὴν ὁμολογίαν τῆς γνώμης ἀπῄτησεν: οἱ δὲ αὐτῷ βιβλίον ὤρεξαν, ἐν ᾧ καὶ τὰ ῥήματα τῆς κατὰ Νίκαιαν ἐκδοθείσης πίστεως προσεγέγραπτο. Τὰς μὲν οὖν ἐπιστολὰς, ἃς ἀπὸ Σμύρνης τῆς ἐν Ἀσίᾳ, καὶ ἀπὸ Πισιδίας, Ἰσαυρίας τε καὶ Παμφυλίας καὶ Λυκίας, συνόδους ποιησάμενοι ἔγραψαν, ἐνταῦθα διὰ τὸ μῆκος οὐ προσέγραψα. Τὸ μέντοι βιβλίον, ὃ οἱ περὶ Εὐστάθιον πρέσβεις Λιβερίῳ ἐπέδοσάν, ἐστι τόδε: Κυρίῳ ἀδελφῷ καὶ συλλειτουργῷ Λιβερίῳ Εὐστάθιος, Θεόφιλος, Σιλβανὸς ἐν Κυρίῳ χαίρειν. Διὰ τὰς τῶν αἰρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς ἐκκλησίαις σκάνδαλα ἐπιφέροντες, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ἀναιροῦντες,

183
ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ καὶ ἐν Σμύρνῃ, καὶ ἐν ἑτέροις διαφόροις τόποις, τῶν ὀρθοδόξων ἐπισκόπων. Ἧς συνόδου πρεσβείαν ποιούμενοι πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλούς τε καὶ Δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν καθολικὴν πίστιν κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ, ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου, ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων βεβαιωθεῖσα ἀκεραίᾳ καὶ ἀσαλεύτῳ καταστάσει ἕως νῦν καὶ διηνεκῶς διαμένει: ἐν ᾗ τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς. Ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι τε καὶ κρατεῖν καὶ ἄχρι τέλους φυλάσσειν ἰδίᾳ χειρὶ ὁμολογοῦμεν, κατακρίνοντες Ἄρειον, καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ, σὺν τοῖς μαθηταῖς αὐτοῦ, καὶ τοὺς ὁμόφρονας αὐτοῦ, καὶ πᾶσαν αἵρεσιν Σαβελλίου, Πατροπασσιανοὺς, Μαρκιωνιστὰς, Φωτιανοὺς, Μαρκελλιανοὺς, καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν, καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν, καὶ πάσας τὰς αἱρέσεις τὰς ἐναντιουμένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς καὶ καθολικῶς ὑπὸ τῶν ἁγίων ἐξετέθη πατέρων ἐν Νικαίᾳ: ἀναθεματίζοντες ἐξαιρέτως καὶ τὴν ἐν Ἀριμίνῳ συνόδῳ ἀναγνωσθεῖσαν ἔκθεσιν, ὡς ὑπεναντίως τῆς προειρημένης ταύτης πίστεως τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πραχθεῖσαν: οἷς δόλῳ καὶ [*]([oi(=s te; *wal.]) ἐπιορκίᾳ ὑποπεισθέντες οἱ ἐν Κωνσταντινουπόλει κομισθεῖσιν ἀπὸ Νίκης τῆς Θρᾴκης ὑπέγραψαν. Ἔστι δὲ ἡ πίστις ἡμῶν, καὶ αὐτῶν ὧν προείρηται, ὧν καὶ τὴν πρεσβείαν ποιούμεθα, αὕτη. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα [*](Cp. i. 8.) παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιήτην: καὶ εἰς ἕνα μονογενῆ Θεὸν, Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐπὶ τῆς γῆς: τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανοὺς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς: καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας, ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία τοῦ Θεοῦ. Ἐγὼ δὲ Εὐστάθιος ἐπίσκοπος πόλεως Σεβαστείας, καὶ Θεόφιλος, καὶ Σιλβανὸς, πρέσβεις συνόδων Λαμψάκου, Σμύρνης, καὶ τῶν λοιπῶν, ταύτην τὴν ὁμολογίαν χερσὶν ἡμῶν καὶ οἰκείαις προαιρέσεσιν ἐγράψαμεν. Εἰ δέ τις μετὰ τὴν ἐκτεθεῖσαν παῤ ἡμῶν πίστιν, καθ̓ ἡμῶν ἤτοι τῶν ἀποστειλάντων ἡμᾶς ἔγκλημά τι προσενεγκεῖν θελήσει, μετὰ γραμμάτων τῆς σῆς ἁγιοσύνης, πρὸς οὒς ἐὰν δοκιμάσῃ ἡ σὴ ἁγιότης ὀρθοδόξους ἐπισκόπους ἔρχεσθαι, καὶ ἐπ̓
184
αὐτῶν μεθ̓ ἡμῶν διαδικάζεσθαι. Καὶ εἴ τι ἐγκλήματος ἕνεκεν συσταθῇ, εἰς τὸν αἴτιον ἐκδικηθείη. Τούτῳ δὴ τῷ βιβλίῳ τοὺς πρέσβεις ἀσφαλισάμενος ὁ Λιβέριος, εἰς κοινωνίαν τε ἐδέξατο, καὶ τάδε τὰ γράμματα δοὺς ἀπέλυσεν: Ἐπιστολὴ Λιβερίου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων πρὸς τοὺς ἐπισκόπους τῶν Μακεδονιανῶν. Τοῖς ἀγαπητοῖς ἀδελφοῖς καὶ συλλειτουργοῖς Εὐηθίῳ, Κυρίλλῳ, Ὑπερεχίῳ, Οὐρανίῳ, Ἥρωνι, Ἐλπιδίῳ, Μαξίμῳ, Εὐσεβίῳ, Εὐκαρπίῳ, Ἑορτασίῳ, Νέωνι, Εὐμαθίῳ, Φαυστίνῳ, Προκλίνῳ, Πασινίκῳ, Ἀρσενίῳ, Σευήρῳ, Διδυμίωνι, Εὐστοχίῳ, Φαυστίνῳ, Προκλίνῳ, Πασινίκῳ, Ἀρσενίῳ, Δευήρῳ, Διδυμίωνι, Βρεττανίῳ, Καλλικράτει, Δαλματίῳ, Αἰδεσίῳ, Εὐστοχίῳ, Ἀμβροσίῳ, Γελωνίῳ, Παρδαλίῳ, Μακεδονίῳ, Παύλῳ, Μαρκέλλῳ, Ἡρακλείῳ, Ἀλεξάνδρῳ, Ἀδολίῳ, Μαρκιανῷ, Σθενέλῳ, Ἰωάννῃ, Μάκερι, Χαρισίῳ, Σιλβανῷ, Φωτεινῷ, Ἀντωνίῳ, Ἀΰθῳ, Κέλσῳ, Εὐφράνονι, Μιλησίῳ, Πατρικίῳ, Σευηριανῷ, Εὐσεβίῳ, Εὐμολπίῳ, Ἀθανασίῳ, Διοφάντῳ, Μηνοδώρῳ, Διοκλεῖ, Χρυσαμπέλῳ, Νέωνι, Εὐγενίῳ, Εὐσταθίῳ, Καλλικράτει, Ἀρσενίῳ, Εὐγενίῳ, Μαρτυρίῳ, Ἱερακίῳ, Λεοντίῳ, Φιλαγρίῳ, Λουκίῳ, καὶ πᾶσι τοῖς ἐν τῇ ἀνατολῇ ὀρθοδόξοις [*]([oi(/te th=s htal, *wal.]) ἐπισκόποις Λιβέριος ἐπίσκοπος Ἰταλίας, καὶ οἱ κατὰ τὴν δύσιν ἐπίσκοποι, ἐν Κυρίῳ πάντοτε χαίρειν. Τὴν εὐκταιοτάτην ἡμῖν χαρὰν τῆς εἰρήνης καὶ τῆς [*]([prolampo/mena, *wal.]) ὁμονοίας ἤνεγκε τὰ ὑμέτερα γράμματα, τῷ τῆς πίστεως φωτὶ προλαμπόμενοι ἀδελφοὶ ἀγαπητοὶ, τὰ ἀποδοθέντα ἡμῖν διὰ τῶν τιμιωτάτων ἀδελφῶν τῶν ἐπισκόπων, Εὐσταθίου, Σιλβανοῦ, καὶ Θεοφίλου. Καὶ ταύτῃ μάλιστα, ὅτι τὴν ὑμετέραν γνώμην καὶ τὰ ὑμέτερα φρονήματα συμφωνεῖν καὶ συνᾴδειν πρός τε τὴν ἐμὴν ἐλαχιστότητα, καὶ τῶν ἐν Ἰταλίᾳ καὶ δυτικῶν πάντων, διεβεβαιώσαντο καὶ ἀπέδειξαν. Καὶ ταύτην εἶναι γινώσκομεν τὴν καθολικὴν [*]([me/xri nu=n a)po\ th=s . . . au)toi/, *wal.]) καὶ ἀποστολικὴν πίστιν, ἥτις μέχρι τῆς κατὰ Νίκαιαν συνόδου ἀκεραία καὶ ἀσάλευτος διέμεινε. Ταύτην τε αὐτοῖς ἔχειν ὡμολόγησαν, καὶ χαρὰς ἀναπλησθέντες, πᾶν ἴχνος καὶ ζώπυρον ἀτόπου ὑπονοίας ἐκβαλόντες, οὐ μόνον διὰ λόγου, ἀλλὰ καὶ ἐγγράφως ταύτην ἐξέθεντο. Ἧς καὶ τὸ ἀντίτυπον ἀναγκαίως τούτοις τοῖς γράμμασιν ὑποτάξαι ἡγησάμεθα δεῖν, μή τινα πρόφασιν τοῖς αἱρετικοῖς εἰς ἐπιβουλὴν αὖθις καταλείπωμεν, ἐν ᾗ πάλιν τὰ ὑπεκκαύματα τῆς ἰδίας κακίας ἀνακινοῦντες, πυρκαϊὰς διὰ διχοστασιῶν συνήθως ἐξάπτοιεν. Ἔπειτα καὶ τοῦτο ὡμολόγησαν οἱ τιμιώτατοι ἀδελφοὶ ἡμῶν, Εὐστάθιος καὶ Σιλβανὸς καὶ Θεόφιλος, ἑαυτούς τε καὶ τὴν ὑμετέραν ἀγάπην πάντοτε ταύτην τὴν πίστιν ἐσχηκέναι, καὶ ταύτην μέχρι τέλους διαφυλάξειν, δηλαδὴ τὴν ἐν Νικαίᾳ δοκιμασθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ὀρθοδόξων ἐπισκόπων: ἥτις τὴν τελείαν περιέχει ἀλήθειαν, καὶ πάντα τὰ τῶν αἱρετικῶν πλήθη ἐπιστομίζει τε καὶ ἀνατρέπει. Οὐδὲ γὰρ ἀπὸ ταὐτομάτου, ἀλλὰ θείῳ νεύματι, ὁ τῶν τοσούτων ἀριθμὸς ἐπισκόπων συνεκροτήθη κατὰ τῆς Ἀρείου
185
μανίας: ἀλλ̓ ἐν ὅσῳ ἀριθμῷ ὁ μακάριος Ἀβραὰμ τοσαύτας χιλιάδας διὰ [*](Gen. xiv. 14.) πίστεως κατεστρέψατο: ἥτις πίστις ἐν τῇ ὑποστάσει καὶ τῷ ὀνόματι τοῦ ὁμοουσίου περιεχομένη, ὥσπερ ἔρυμα ὀχυρὸν καὶ ἄμαχον, πάσας τὰς προσβολὰς καὶ τὰς κακομηχανίας τῆς Ἀρείου κενοδοξίας καθαιρεῖ τε καὶ ἀποτρέπεται. Τοιγαροῦν πάντων τῶν κατὰ τὴν δύσιν ἐπισκόπων τῶν εἰς τὸ Ἀρίμινον συνελθόντων, ὁπότε τούτους ἡ κακοήθεια τῶν Ἀρειανῶν συνεκρότησεν, ὅπως ἢ διὰ πειθοῦς τινὸς, ἢ ἵνα ἀληθέστερον εἴπω, κοσμικῆς δυναστείας, τοῦθ̓ ὅπερ ἀσφαλέστατον ἦν ἐν τῇ πίστει κείμενον ἀνέλοιεν, ἢ πλαγίως ἀρνήσωνται, οὐδὲν τούτων ὠφέλησεν ἡ πανουργία. Καὶ γὰρ σχεδὸν πάντες ἐκεῖνοι οἱ ἐν τῇ Ἀριμίνῳ γενόμενοι, καὶ δελεασθέντες ἢ ὑπαχθέντες τότε, νῦν ἀναφρονήσαντες καὶ ἀναθεματίσαντες τὴν ἔκθεσιν τῶν ἐν Ἀριμίνῳ συνελθόντων, καὶ ὑπογράψαντες τῇ καθολικῇ καὶ ἀποστολικῇ πίστει τῇ κατὰ Νίκαιαν θεσπισθείσῃ, οἱ καὶ ἡμῖν κοινωνήσαντες, ἐκθυμότερον κατὰ τοῦ Ἀρείου δόγματος καὶ κατὰ τῶν αὐτοῦ μαθητῶν χαλεπαίνουσιν. Οὗτινος πράγματος τὸν ἔλεγχον καὶ αὐτοὶ οἱ πρέσβεις τῆς ὑμετέρας ἀγάπης ἐπιγνόντες, ὑμᾶς αὐτοὺς τῇ οἰκείᾳ ὑπογραφῇ συνέζευξαν, ἀναθεματίζοντες Ἄρειον καὶ τὰ ἐν Ἀριμίνῳ πραχθέντα κατὰ τῆς πίστεως τῆς ἐν Νικαίᾳ θεσπισθείσης, οἷς καὶ ὑμεῖς αὐτοὶ δελεασθέντες δἰ ὁρκωμοσιῶν ὑπεγράψατε. Ὅθεν ἀκόλουθον ἡμῖν ἐφάνη γράψαι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ βοηθῆσαι τοῖς δίκαια αἰτουμένοις: μάλιστα ὅτε διὰ τῆς ὁμολογίας τῶν ὑμετέρων πρεσβειῶν ἀναφρονήσαντας τοὺς ἀνατολικοὺς συμφωνεῖν πρὸς τοὺς ὀρθοδόξους τῶν δυτικῶν ἐπέγνωμεν. Καὶ δηλοῦμεν ὅπως εἰδέναι ἔχοιτε, τὰς ἐν τῇ Ἀριμίνῳ βλασφημίας καὶ ὑπὸ τῶν δοξασάντων τότε κατὰ συναρπαγὴν [*]([doca/ntwn, *wal.]) παραβεβλάφθαι νῦν ἀναθεματισθείσας, καὶ πάντας πρὸς τὴν κατὰ Νίκαιαν πίστιν συμπεπνευκέναι. Καὶ χρὴ δἰ ὑμῶν τοῦτο πᾶσι γνωσθῆναι, ὅπως δυνηθεῖεν καὶ οἱ κατ̓ ἐπήρειαν παραβλαφθέντες ἤδη ποτὲ ἐκ τοῦ αἱρετικοῦ σκότους πρὸς τὸ θεῖον φῶς τῆς καθολικῆς ἐλευθερίας ἀνακάμψαι. Οἵτινες μετὰ ταύτην τὴν σύνοδον, εἰ μὴ θελήσειαν ἀποπτύσαι τὸν τῆς κακοδοξίας ἰὸν, καὶ τὰς βλασφημίας Ἀρείου πάσας ἀνελεῖν, ταύτας τε ἀναθεματίσαι, γινωσκέτωσαν ἑαυτοὺς μετὰ τοῦ Ἀρείου καὶ τῶν τούτου μαθητῶν καὶ τῶν λοιπῶν ὄφεων, ἤτοι Σαβελλιανῶν ἢ Πατροπασσιανῶν ἢ οἱασδήποτε ἄλλης αἱρέσεως, ἐκσπόνδους εἶναι καὶ ἀκοινωνήτους τῶν ἐκκλησιαστικῶν συνάξεων, ἥτις τοὺς ἐκ μοιχείας υἱοὺς οὐ προσίεται. Ὁ Θεὸς ὑμᾶς ἐρρωμένους διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Ταῦτα τὰ γράμματα οἱ περὶ Εὐστάθιον δεξάμενοι αὖθις ἐπὶ τὴν Σικελίαν ὥρμησαν: ἐκεῖ τε παρασκευάσαντες γενέσθαι σύνοδον τῶν Σικελῶν ἐπισκόπων, ἐπ̓ αὐτῶν τε τὴν τοῦ ὁμοουσίου πίστιν ὁμολογήσαντες, καὶ τὴν ἐν Νικαίᾳ πίστιν κυρώσαντες, ὁμόψηφά τε
186
καὶ παῤ ἐκείνων δεξάμενοι γράμματα, ἐπανῆκον παρὰ τοὺς πέμψαντας. Οἱ δὲ τὰς Λιβερίου ἐπιστολὰς δεξάμενοι διεπρεσβεύοντο κατὰ πόλεις πρὸς τοὺς προεστῶτας τῆς ὁμοουσίου πίστεως, προτρεπόμενοι συνελθεῖν ὁμοθυμαδὸν εἰς Ταρσὸν τῆς Κιλικίας, ἐπὶ τῷ κυρῶσαι τὴν ἐν Νικαίᾳ πίστιν, καὶ λῦσαι πᾶσαν μετὰ ταῦτα γεγενημένην ἐρεσχελίαν. Καὶ δὴ ἴσως ἂν ταῦτα ἐγεγόνει, εἰ μὴ ὁ μέγιστον τότε δυνάμενος παρὰ βασιλεῖ διεκώλυσε, λέγω δὴ Εὐδόξιος ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας: ὃς καὶ πλείω διὰ τὴν κηρυχθεῖσαν σύνοδον ἐξαφθεὶς, μείζονα κακὰ τούτους εἰργάσατο. Ὅτι μὲν οὖν Μακεδονιανοὶ δἰ ὧν ἔπεμψαν πρεσβευτῶν κοινωνήσαντες [*](Cp. i. 8.) Λιβερίῳ τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν, αὐτὸς Σαβῖνος ἐν τῇ συναγωγῇ τῶν συνοδικῶν ὡμολόγησεν.

Ὅπως Εὐνόμιος Εὐδοξίου κεχώριστο διὰ τὸ προσκεῖσθαι αὐτὸν Ἀετίῳ, καὶ ὅτι σπουδῇ Εὐδοξίου ταραχῆς ἐν Ἀλεξανδρείᾳ γενομένης, Ἀθανάσιος πάλιν φεύγει: καὶ ὅτι τοῦ λαοῦ διὰ τοῦτο στασιάσαντος, ὁ βασιλεὺς δείσας, διὰ γραμμάτων τε τοὺς ἐν Ἀλεξανδρείᾳ παρακαλέσας, αὖθις τὸν Ἀθανάσιον κρατεῖν ἀδεῶς τὴν ἐκκλησίαν ἐκέλευσε.

Περὶ δὲ τούσδε τοὺς χρόνους Εὐνόμιος Εὐδοξίου χωρισθεὶς κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιήσατο, ὅτι πολλάκις αὐτοῦ παρακαλοῦντος δεχθῆναι τὸν καθηγητὴν ἑαυτοῦ Ἀέτιον, Εὐδόξιος οὐχ ὑπήκουσε. Τοῦτο δὲ οὐχ ἑκὼν ἐποίησεν: οὐ γὰρ τὴν Ἀετίου δόξαν ἠθέτει, τὴν αὐτὴν οὖσαν τῇ ἑαυτοῦ: ἀλλ̓ ὅτι πάντες οἱ ὁμόφρονες ὡς ἑτερόδοξον περιΐσταντο: αὕτη ἡ αἰτία τοῦ Εὐδοξίου τὸν Εὐνόμιον χωρισθῆναι πεποίηκε. Ταῦτα μὲν ἐν Κωνσταντινουπόλει τοῦτον τὸν τρόπον ἐγένετο: κατὰ δὲ τὴν Ἀλεξάνδρειαν πρόσταγμα ἐπάρχων σπουδῇ Εὐδοξίου πεμφθὲν τὴν ἐκκλησίαν ἐτάραξεν. Ἀθανάσιος δὲ τὴν ἐκ τοῦ πλήθους ἄλογον ὁρμὴν ὑφορώμενος, δεδοικώς τε μὴ τῶν γενησομένων ἀτόπων αὐτὸς τὴν αἰτίαν λάβῃ, τέσσαρας ὅλους μῆνας ἐν μνημείῳ πατρῴῳ ἀπέκρυπτεν ἑαυτόν. Ἐπειδὴ δὲ διὰ τὴν αὐτοῦ ἀπουσίαν ὁ λαὸς πόθῳ τῷ πρὸς αὐτὸν ἐστασίαζε, μαθὼν ὁ βασιλεὺς στυγνάζειν διὰ τοῦτο τὴν Ἀλεξάνδρειαν, διὰ γραμμάτων ἐσήμανεν, ἀδεῶς κρατεῖν τῶν ἐκκλησιῶν Ἀθανάσιον. Καὶ τοῦτ̓ ἦν αἴτιον τοῦ μὴ ταραχθῆναι τὴν Ἀλεξανδρέων ἐκκλησίαν, ἕως τῆς Ἀθανασίου τελευτῆς. Ὅτι μὲν οὖν μετὰ τὴν

187
τελευτὴν αὐτοῦ, πάλιν οἱ τοῦ Ἀρειανοῦ μέρους τῶν ἐκκλησιῶν ἐκράτησαν, μικρῷ ὕστερον λέξομεν. [*](c. 21.)

Ὡς Εὐδοξίου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, οἱ μὲν Ἀρειανοὶ Δημόφιλον, οἱ ὀρθόδοξοι δὲ Εὐάγριον, δἰ Εὐσταθίου τοῦ Ἀντιοχείας ἐχειροτόνησαν.

Τοιγαροῦν ὁ βασιλεὺς Οὐάλης, πάλιν ἐπὶ τὴν Ἀντιόχειαν σπεύδων, ἀπῇρεν ἀπὸ τῆς Κωνσταντινουπόλεως: καὶ γενόμενος ἐν Νικομηδείᾳ πόλει τῆς Βιθυνίας, ἐπεσχέθη κατ̓ αὐτὴν δἰ αἰτίαν τοιαύτην. Εὐδόξιος οὗτος ὁ τῆς Ἀρειανῆς ἐκκλησίας ἐπίσκοπος εὐθὺς μετὰ τὴν τοῦ βασιλέως ἔξοδον τέλει τοῦ βίου ἐχρήσατο, ἐν ὑπατείᾳ Οὐαλεντινιανοῦ τὸ τρίτον καὶ Οὐάλεντος τὸ τρίτον, δεκάενα [*](A.D. 370.) ἐνιαυτοὺς τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας τὸν θρόνον κατεσχηκώς. Διὸ οἱ Ἀρειανοὶ εἰς τὸν τόπον αὐτοῦ καθιστῶσι Δημόφιλον: καιροῦ δὲ νομίσαντες δεδράχθαι οἱ τοῦ ὁμοουσίου τῆς ἑαυτῶν πίστεως Εὐάγριόν τινα προεβάλλοντο: καὶ χειροτονεῖ τοῦτον Εὐστάθιος, ὁ πάλαι ποτὲ ἐπίσκοπος Ἀντιοχείας γεγονώς. [*](i. 24.) Ὃς πρότερον μὲν ὑπὸ Ἰοβιανοῦ τῆς ἐξορίας ἀνακέκλητο, τότε δὲ παρῆν εἰς τὴν Κωνσταντινούπολιν, σκοπῷ τοῦ στηρίξαι τοὺς τῆς ὁμοουσίου πίστεως: καὶ κατ̓ αὐτὴν λανθάνων διέτριβεν.

Ὡς τοῦ βασιλέως Εὐάγριον καὶ Εὐστάθιον ἐξορίσαντος, οἱ τὰ Ἀρείου φρονοῦντες σφόδρα τοὺς τὸ ὁμοούσιον κρατοῦντας ἐκάκουν.

Τούτου δὲ γενομένου, αὖθις ἐξ ἑτέρας ἀρχῆς ἀνεκίνουν οἱ Ἀρειανοὶ τὸν διωγμὸν κατ̓ αὐτῶν. Εἰς γνῶσιν οὖν τοῦ βασιλέως ταχέως ἔρχεται τὰ γινόμενα: εὐλαβούμενός τε μή τις ἐκ τῆς παρατριβῆς τῶν ὄχλων γενομένη στάσις ἀνατρέψῃ τὴν πόλιν, στρατιωτικὴν χεῖρα ἐκ τῆς Νικομηδείας εἰς τὴν Κωνσταντινούπολιν ἔπεμψεν: ἐκέλευσέν τε ἐν ταὐτῷ συλληφθέντας τὸν χειροτονήσαντα καὶ τὸν χειροτονηθέντα ἄλλον ἀλλαχοῦ περιορίζεσθαι. Εὐστάθιος μὲν οὖν ἐν Βιζύῃ τῆς Θρᾴκης πόλει περιωρίζετο: Εὐάγριος δὲ εἰς ἄλλον τόπον ἀπήχθη. Τούτων οὕτω καταπραχθέντων, πλέον οἱ Ἀρειανίζοντες καταθρασυνόμενοι τοὺς τῆς ἐκκλησίας κατέβλαπτον: τύπτοντες, καθυβρίζοντες, κατακλείστους δεσμωτηρίοις ποιοῦντες,

188
χρήμασι ζημιοῦντες, πάντα ἁπλῶς τὰ ἀνήκεστα πράττοντες κατ̓ αὐτῶν. Ἅπερ μὴ φέροντες, ἐπὶ τῷ δεηθῆναι τοῦ βασιλέως ἤρχοντο, εἴ πως δύναιντο μερικῶς γοῦν ἀνεθῆναι τῆς βίας: ἀλλὰ τοῦτο σκεψάμενοι, πολὺ τῆς ἐλπίδος διήμαρτον, ὅτι παρὰ τοῦ ἀδικοῦντος τῶν δικαίων προσεδόκων τυχεῖν.

Περὶ τῶν ἐν τῷ πλοίῳ κατακαέντων ἁγίων πρεσβυτέρων, καὶ περὶ τοῦ διὰ ταῦτα κατὰ μῆνιν Θεοῦ ἐν τῇ Φρυγίᾳ γεγονότος λιμοῦ.

Ὡς γὰρ ἐπιλεχθέντες ἄνδρες εὐλαβεῖς τοῦ ἐκκλησιαστικοῦ τυγχάνοντες τάγματος, τὸν ἀριθμὸν ὄντες ὀγδοήκοντα, ὧν ἡγοῦντο Οὐρβανὸς, Θεόδωρος, Μενέδημος, εἰς τὴν Νικομήδειαν παρεγένοντο, καὶ ἱκεσίας ὤρεγον τῷ βασιλεῖ, ἀναδιδάσκοντες τὴν βίαν καὶ ὅσα ὑπέμενον, περιοργὴς γενόμενος ὁ βασιλεὺς τοσοῦτον ἐπέκρυψε τῆς ὀργῆς, ὅσον λαθραίως Μοδέστῳ τῷ ἐπάρχῳ κελεῦσαι συλλαβεῖν καὶ θανάτῳ ζημιῶσαι τοὺς ἄνδρας. Ὁ δὲ τρόπος τοῦ θανάτου ξένος τις ἦν: διὸ καὶ μνήμῃ παραδοθήσεται. Δεδιὼς ὁ ὕπαρχος, μὴ στάσιν ὑπὸ τοῦ πλήθους ἄλογον ὑπομείνῃ ἐν τῷ φανερῷ φονεύων [*](Cp. Greg. Naz. Orat. xxv. 10 and xliii. 46.) αὐτοὺς, πλάττεται εἰς ἐξορίαν πέμπειν τοὺς ἄνδρας. Τῶν δὲ εὐγενῶς καταδεξαμένων, ὁ ὕπαρχος κελεύει πλοίῳ ἐμβληθέντας ὡς ἐπὶ τὴν ἐξορίαν δῆθεν ἀπάγεσθαι: ἐντειλάμενος τοῖς ναύταις, ἐπειδὰν κατὰ μέσου γένωνται τοῦ πελάγους, ὑφάψαι τὸ πλοῖον: [*]([e(/cwsi;]) ἵνα τὸν τρόπον τοῦτον ἀποθανόντες μὴ ἕξουσι τοὺς κηδεύοντας. Ταῦτα ἐγίνοντο: καὶ ἀναχθέντες, κατὰ μέσον τε τοῦ Ἀστακηνοῦ πελάγους γενόμενοι, ποιοῦσι τὸ προσταχθέν: εἰς ἕτερόν τε παρεπόμενον ἀκάτιον μεταβάντες ἀπεχώρησαν, τὸ πλοῖον ὑφάψαντες. Συμβὰν δὲ ἄνεμον πνεῖν ἀφηλιώτην σφοδρὸν, ἐξωθεῖται ἐπὶ πολὺ καιομένη ἡ ναῦς: ὥστε τάχιον μὲν τὴν ὁρμὴν ποιεῖσθαι: διαρκέσαι δὲ ἄχρι τοῦ ἐπινείου, ᾧ προσωνυμία Δακίδιζος, κἀκεῖ τελέως σὺν τοῖς ἀνδράσιν ἀναλωθῆναι. Τοῦτο οὐκ ἀτιμώρητον ἔλεγον γεγενῆσθαι πολλοί: λιμὸν γὰρ σύντονον ἐπισυνέβη γενέσθαι περὶ τὰ Φρυγῶν ἔθνη: ὡς ἀνάγκην ἔχειν πρὸς ὀλίγον τῆς χώρας ἀπανίστασθαι τῶν ἐνοικούντων τοὺς πλείονας, καὶ καταφεύγειν ἐπί τε Κωνσταντινούπολιν καὶ ἄλλας ἐπαρχίας. Ἀεὶ γὰρ δὴ Κωνσταντινούπολις, καὶ ἄπειρα τρέφουσα πλήθη, τὰ πολλὰ εὐθηνεῖται, τῷ

189
τε διὰ θαλάσσης ἔχειν τῶν πανταχόθεν ἐπιτηδείων τὴν προσκομιδὴν, καὶ ὅτι ὁ Εὔξεινος Πόντος παρακείμενος ἄφθονον αὐτῇ, ἡνίκα προσδεηθῇ παρέχει τὸν σῖτον.

Ὡς ὁ βασιλεὺς ἐν Ἀντιοχείᾳ γενόμενος πάλιν τοὺς τὸ ὁμοούσιον φρονοῦντας ἐδίωκε.

Οὐάλης δὲ ὁ βασιλεὺς μικρὰ τῶν ἐκ τοῦ λιμοῦ γενομένων φροντίσας ἐπὶ τὴν Συρίας Ἀντιόχειαν παραγίνεται: διατρίβων τε κατ̓ αὐτὴν ἐπόρθει τοὺς μὴ Ἀρειανίζοντας. Τέλεον γὰρ ἐξελάσας τοὺς τὸ ὁμοούσιον φρονοῦντας τῶν ἐκκλησιῶν σχεδὸν τῶν ἀνατολικῶν πόλεων, οὐκ ἠρκεῖτο τούτῳ, ἀλλὰ καὶ διαφόροις κολαστηρίοις ὑπέβαλλεν. Ἀπώλλυεν δὲ πολλῷ πλείους τῶν πρότερον, διαφόροις μὲν θανάτοις παραδιδοὺς, ἐξαιρέτως δὲ τῷ ποταμῷ.

Περὶ τῶν ἐν Ἐδέσῃ γενομένων, τῆς τε τοῦ ὑπάρχου ὕβρεως, καὶ περὶ τῆς τῶν πολιτῶν πίστεως καὶ παρρησίας, καὶ τῆς θεοφιλοῦς γυναικός.

Λεκτέον δὲ οἷα καὶ ἐν Ἐδέσῃ τῆς Μεσοποταμίας ἐγίνετο. Ἐν δὲ τῇδε τῇ πόλει Θωμᾶ τοῦ ἀποστόλου μαρτύριόν ἐστι λαμπρὸν καὶ περιφανὲς, συνεχεῖς τε ἐν αὐτῷ συνάξεις ἐπιτελοῦνται διὰ τὴν τοῦ τόπου ἁγιότητα. Τοῦτο ἱστορῆσαι ὁ βασιλεὺς Οὐάλης θελήσας, καὶ μαθὼν πᾶν τῆς αὐτοῦ ἀπεχθεῖς αἱρέσεως εἶναι τῶν συνερχομένων [*]([a)pexqe/s;]) τὸ πλῆθος, λέγεται τῇ χειρὶ πλῆξαι τὸν ὕπαρχον, ὅτι μὴ προὐνόησε ἐξελάσαι κἀκεῖθεν αὐτούς. Ὡς δὲ ὁ ὕπαρχος περιυβρισθεὶς ἕτοιμος ἦν ἄκων ὑπουργεῖν τῇ βασιλέως ὀργῇ,—οὐ γὰρ ἐβούλετο τοσούτων ἀνδρῶν φόνον ἐργάζεσθαι,—λαθραίως δηλοῖ, ὅπως ἂν μηδεὶς ἐν τῷ μαρτυρίῳ καταληφθῇ. Ἀλλὰ προσεῖχεν οὐδεὶς οὐδὲ τῇ συμβουλῇ οὐδὲ τῇ ἀπειλῇ: πάντες γὰρ τῇ ἑξῆς εἰς τὸν εὐκτήριον τόπον συνέρρεον. Ὡς δὲ ὁ ὕπαρχος σὺν χειρὶ πολλῶν στρατιωτῶν ἐπὶ τὸ μαρτύριον ἔσπευδεν, ἐκπληρώσων τὴν τοῦ βασιλέως ὀργὴν, γυνή τις πενιχρὰ, τὸ ἑαυτῆς παιδίον ἐκ χειρὸς ἕλκουσα, ἐπὶ τὸ μαρτύριον ἔτρεχε, καὶ διακόπτει τὸ τάγμα τῶν δορυφορούντων τὸν ὕπαρχον. Ἀγανακτήσας δὲ ὁ ὕπαρχος προσάγεσθαι αὐτῷ τὴν γυναῖκα κελεύει, καὶ φησὶ πρὸς αὐτὴν, Ὦ

190
ταλαίπωρον γύναιον, ποῦ τρέχεις οὕτως ἀκόσμως; ἡ δὲ, Ἔνθα, φησὶ, καὶ οἱ ἄλλοι συντρέχουσι. Ὁ δὲ, Οὐκ ἀκήκοας, ἔφη, ὅτι ὁ ὕπαρχος μέλλει πάντας ἀναιρεῖν οὓς ἂν εὑρίσκῃ; Καὶ ἡ γυνὴ, Ἤκουσα, ἔφη, καὶ διὰ τοῦτο σπεύδω, ὥστε ἐκεῖ εὑρεθῆναι. Καὶ ποῦ τοῦτο τὸ μικρὸν ἕλκεις παιδίον; φήσαντος τοῦ ὑπάρχου, ἡ γυνὴ φησὶν, Ὥστε καὶ αὐτὸ μαρτυρίου καταξιωθῆναι. Ταῦτα ὡς ἤκουσεν ὁ ἀνὴρ, ἐτεκμῄρατο τῶν συνερχομένων τὴν ἀπόνοιαν: καὶ εὐθὺς παραγενόμενος πρὸς τὸν βασιλέα ἐδίδασκεν αὐτὸν, ὡς εἴησαν πάντες ἕτοιμοι ὑπὲρ τῆς αὐτῶν ἀποθνήσκειν πίστεως: καὶ ἄλογον εἶναι εἰπὼν, τοσούτους ἐν βραχεῖ χρόνῳ ἀνελεῖν, παρέπεισε τὸν βασιλέα παύσασθαι τῆς ὀργῆς. Τοῦτον τὸν τρόπον Ἐδεσηνοὶ τὸ μὴ καταπολεμηθῆναι ὑπὸ τοῦ οἰκείου βασιλέως ἐξέφυγον.

Ὡς βασιλεὺς Οὐάλης πολλοὺς ἀνεῖλε στοιχεῖον Θῆτα ἔχοντας ἐν τῇ καταρχῇ τοῦ ὀνόματος, ἔκ τινος νεκυομαντείας τοῦτο φημισθείσης.

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ δαίμων τις ἀλάστωρ τῇ τοῦ βασιλέως ὠμότητι ἀπεχρήσατο: ἀνέπεισε γάρ τινας περιεργαζομένους, τίς μετὰ Οὐάλεντα βασιλεύσειεν, νεκυομαντείαν ποιήσασθαι. Οἷστισι μαγικῇ τινὶ μαγγανείᾳ χρωμένοις ἀνεῖλεν ὁ δαίμων οὐ φανερὰ, ἀλλὰ συνήθως λοξά: δείξας τέσσαρα γράμματα, θ καὶ ε καὶ ο καὶ δ, εἰπὼν, ἐκ τούτων ἄρχεσθαι τοὔνομα τοῦ μετὰ Οὐάλεντα βασιλεύσοντος, εἶναι δὲ αὐτὸ σύνθετον. Ἥκει δὲ εἰς τὰς ἀκοὰς τοῦ βασιλέως ἡ τῶν γενομένων φήμη. Καὶ γὰρ οὐ παρεχώρει τὸ μέλλον εἰδέναι Θεῷ, καὶ ποιεῖν ὃ ἐδόκει τῷ πάντα διοικοῦντι καλῶς: ἀλλὰ παρεὶς τὰ τοῦ Χριστιανισμοῦ παραγγέλματα, ὧν ζῆλον ἔχειν ἐνόμιζεν, πολλοὺς ἀπώλλυεν, οὓς τυραννήσειν ὑπώπτευεν. Ἀπεκτίννυντο οὖν Θεόδωροι καὶ Θεόδοτοι καὶ Θεοδόσιοι καὶ Θεόδουλοι, καὶ ὅσοι τούτοις εἶχον ὀνόματα παραπλήσια. Ἐν οἷς καὶ Θεοδοσίολός τις, ἀνὴρ γενναῖος ἐκ τῶν εὐπατριδῶν τῆς Ἱσπανίας καταγόμενος, ἀνῃρεῖτο. Ὑπὸ δὲ τοῦ ἐπικειμένου δέους, πολλοὶ τὰ ἑαυτῶν ὀνόματα μετετίθεσαν, ἀπαρνούμενοι ἃ οἱ γονεῖς τεχθεῖσιν ἐπέθεσαν, ὡς κίνδυνον ἔχοντα. Περὶ μὲν δὴ τούτου τοσαῦτα εἰρήσθω.

191

Περὶ τῆς Ἀθανασίου τελευτῆς, καὶ Πέτρου προαγωγῆς.

Ἰστέον δὲ, ὅτι ἕως περιῆν Ἀθανάσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἔκ τινος Θεοῦ προνοίας ὑπερέθετο ταράξαι τὴν Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον ὁ βασιλεὺς, πυνθανόμενος πλεῖστον εἶναι κατ̓ αὐτὴν τὸ πλῆθος τῶν προσκειμένων Ἀθανασίῳ, καὶ ἐκ τούτου ὑφορώμενος, μήποτε, γενομένης κατὰ τὴν Ἀλεξάνδρειαν στάσεως, φύσει τὸ δημῶδες ἔνθερμον ὂν προσβλάψῃ τὰ δημόσια πράγματα. [*](Cp. iii. 2; vii. 13.) Ὁ δὲ Ἀθανάσιος ἐν ὑπατείᾳ Γρατιανοῦ τὸ δεύτερον καὶ Πρόβου, [*](A.D. 371.) μετὰ πολλοὺς ἐκείνους τοὺς ὑπὲρ τῆς ἐκκλησίας ἀγῶνας, τὸν τῇδε βίον κατέλειπε, τεσσαράκοντα καὶ ἓξ ἔτη σὺν πολλοῖς κινδύνοις τὴν ἐπισκοπὴν διανύσας, καταλιπὼν εἰς τὸν ἑαυτοῦ τόπον Πέτρον, ἄνδρα εὐλαβῆ καὶ ἐλλόγιμον.

Ὡς Ἀθανασίου τελευτήσαντος, οἱ Ἀρειανοὶ προστάξει τοῦ βασιλέως Οὐάλεντος Λουκίῳ τῷ ὑπ̓ αὐτῶν πρότερον χειροτονηθέντι τὰς ἐν Ἀλεξανδρείᾳ παραδόντες ἐκκλησίας τὸν Πέτρον φυλακῇ παρέδοσαν.

Εὐθὺς οὖν ἀνεθάρρουν οἱ Ἀρειανίζοντες, τῇ τοῦ βασιλέως αὐχοῦντες θρησκείᾳ: καὶ μηδὲν μελλήσαντες γνωρίζουσι βασιλεῖ κατὰ τὴν Ἀντιόχειαν τότε διάγοντι. Τότε δὴ καὶ Εὐζώϊος ὁ ἐν Ἀντιοχείᾳ τῆς Ἀρειανῆς προεστὼς θρησκείας ἁρπάζει τὸ εὐεπιχείρητον τοῦ καιροῦ: κατασκευάζει τε αὐτὸς κατελθεῖν εἰς τὴν Ἀλεξάνδρειαν, ἐπὶ τῷ παραδοῦναι Λουκίῳ τῷ Ἀρειανῷ τὰς ἐκεῖ ἐκκλησίας. Ταῦτ̓ ἐδόκει καὶ βασιλεῖ: καὶ ᾗ τάχος σὺν δυνάμει βασιλικῇ παρῆν ἐπὶ τὴν Ἀλεξάνδρειαν: καὶ γὰρ Μάγνος ὁ ἐπὶ τῶν βασιλικῶν θησαυρῶν συγκατῆλθεν αὐτῷ. Καὶ βασιλέως πρόσταγμα Παλλαδίῳ τῷ Ἀλεξανδρείας ἐπάρχῳ ἐγέγραπτο, καὶ στρατιωτικὴ χεὶρ ὑπουργεῖν προσετέτακτο: διὸ τὸν μὲν Πέτρον συλλαβόντες, κατάκλειστον πεποιήκασι: τοὺς δὲ ἄλλους κληρικοὺς ἄλλον ἀλλαχῇ διασπείραντες, τὸν Λούκιον ἐνθρονίζουσιν.

192

Ὅτι πολλῶν κακῶν γενομένων εἰς τὸν Λουκίου ἐνθρονισμὸν, Σαβῖνος ὁ Μακεδονιανὸς οὐδενὸς ἐμνημόνευσε: Πέτρος δὲ συγγράφων ἐμνήσθη, ὃς καὶ διαφυγὼν πρὸς Δάμασον τὸν Ῥώμης ἀπεσώθη: οἱ δὲ Ἀρειανοὶ καὶ Λούκιος πολλὰ κακὰ τοῖς ἐν ἐρήμῳ ἁγίοις μονάζουσιν ἐνεδείξαντο.

Οἷα μὲν οὖν κακὰ ἐπὶ τῆς εἰσόδου Λουκίου γεγένηται, ἢ ὅσα κατὰ τῶν ἐξωθηθέντων ἔν τε δικαστηρίοις καὶ ἐκτὸς δικαστηρίων ἐπράχθη, ὅπως τε οἱ μὲν βασάνοις ποικίλαις ὑπεβλήθησαν, οἱ δὲ καὶ μετὰ τὰς βασάνους ἐξωρίσθησαν, Σαβῖνος μὲν οὐδ̓ ἡντιναοῦν πεποίηται μνήμην: Ἀρειανίζων γὰρ τὸ ἥμισυ, κρύπτει τὰ τῶν φίλων ἀδικήματα. Πέτρος δέ τοι γράμμασιν οἰκείοις, ἃ μετὰ τὴν ἐκ τῶν δεσμῶν φυγὴν ταῖς πανταχοῦ ἐκκλησίαις διεπέμψατο, φανερὰ τοῖς πᾶσι κατέστησεν. Οὗτος μὲν οὖν διαδράσαι τῆς εἱρκτῆς ἰσχύσας, πρὸς Δάμασον τὸν ἐπίσκοπον Ῥώμης ἀνέδραμε. Πάλιν δὲ οἱ Ἀρειανοὶ, καὶ ὀλίγοι τυγχάνοντες, τῶν κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησιῶν ὅμως ἐκράτησαν. Οὐ πολὺς δὲ ἐν μέσῳ χρόνος ἐγίνετο, καὶ βασιλέως ἐκέλευε πρόσταγμα, τῆς τε Ἀλεξανδρείας καὶ πανταχόθεν τῆς Αἰγύπτου ἐλαύνεσθαι τοὺς φρονοῦντας τὸ ὁμοούσιον. Ἐπετέτακτο δὲ καὶ ὁ ἄρχων σὺν πολλῷ πλήθει στρατιωτῶν διώκειν πανταχόθεν ὅσους ἐκέλευσε Λούκιος. Ἔσκυλαν δὲ τηνικαῦτα καὶ ἐτάραξαν καὶ δεινῶς κατεπολέμησαν τὰ ἐν τῇ ἐρήμῳ μοναστήρια: ἐπελθόντες γὰρ ἔνοπλοι γυμνοῖς ἀνδράσι καὶ οὐδὲ τὴν χεῖρα αὐτὴν ἐκτείνειν πρὸς πληγὴν αἱρουμένοις, οὕτως ἐλεεινῶς ἐξεπόρθησαν, ὡς εἶναι λόγου κρείσσονα τὰ κατ̓ αὐτῶν πάθη γενόμενα.

Κατάλογος τῶν ἐν τῇ ἐρήμῳ ἁγίων μοναχῶν.

Ἐπειδὴ δὲ τῶν ἐν Αἰγύπτῳ μοναστηρίων μνήμην ἐποιησάμην, οὐδὲν κωλύει περὶ αὐτῶν βραχέα διεξελθεῖν. Τὰ ἐν Αἰγύπτῳ ἀσκητήρια ἴσως μὲν ἐκ μακρῶν τῶν χρόνων ἔλαβε τὴν ἀρχήν: ἐπλατύνθη μέντοι καὶ ἐπὶ μεῖζον προέκοψεν ἐξ ἀνδρὸς θεοφιλοῦς, ᾧ ὄνομα ἦν Ἀμμοῦν. Οὗτος νέος ὢν παρῃτεῖτο τὸν γάμον: ὡς δέ τινες τῶν προσηκόντων παρῄνουν μὴ καθυβρίζειν τὸν γάμον, ἀλλὰ γυναῖκα ἄγεσθαι, πείθεται μὲν καὶ ἔρχεται ἐπὶ γάμον. Εὐθὺς δὲ ἀπὸ τῆς παστάδος παραλαβὼν τὴν παρθένον, καὶ ἀγαγὼν ἐπὶ

193
τὸν κοιτῶνα μετὰ τῆς εἰωθυίας πομπῆς, τέλος ἀναχωρησάντων τῶν ἐπιτηδείων, αὐτὸς βιβλίον λαβὼν ἀποστολικὸν, τὴν πρὸς Κορινθίους Παύλου ἐπιστολὴν ἀνεγίνωσκε, καὶ πρὸς τὴν γαμετὴν τὰ τοῦ [*](1 Cor. vii. 10 ff.) ἀποστόλου πρὸς τοὺς γεγαμηκότας παραγγέλματα διεξήρχετο. Πολλὰ δὲ καὶ ἔξωθεν αὐτὸς προστιθεὶς ἐδίδασκεν, ὅσα ὁ γάμος ἔχει φορτικὰ, ὅπως τε ἐπώδυνος ἡ μεταξὺ ἀνδρὸς καὶ γυναικὸς συμβίωσις, καὶ οἷαι ὠδῖνες τὴν κυοφοροῦσαν ἐκδέχονται: καὶ τὰ ἐκ τῆς παιδοτροφίας προσετίθει μοχθηρά. Ἐπῆγε δὲ τὰ ἐκ τῆς ἁγνείας χρηστὰ, καὶ ὅπως ὁ καθαρὸς βίος ἐστὶν ἐλεύθερος καὶ ἀμόλυντος καὶ παντὸς ῥύπου ἐκτός: καὶ ὅτι ἡ παρθενία παρὰ Θεὸν εἶναι ποιεῖ. Ταῦτα καὶ πολλὰ τοιαῦτα πρὸς τὴν γαμετὴν παρθένον οὖσαν διεξελθὼν, πείθει αὐτὴν σὺν αὐτῷ πρὸ τοῦ συνελθεῖν ἀποτάξασθαι τῷ βίῳ τῷ κοσμικῷ. Καὶ ταύτας ἄμφω τὰς συνθήκας θέμενοι, ἐπὶ τὸ ὄρος τῆς καλουμένης Νιτρίας χωροῦσιν: ἐκεῖ τε βραχὺν χρόνον καλύβῃ διάγοντες ἀσκητήριον εἶχον κοινὸν, οὐκ ἔχοντες διάκρισιν θηλείας τε καὶ ἄρρενος: ἀλλὰ ὄντες ἓν, [*](Gal. iii. 28.) κατὰ τὸν ἀπόστολον, ἐν Χριστῷ. Οὐ πολλοῦ δὲ παραδραμόντος καιροῦ, ἡ νεόνυμφος καὶ ἀμόλυντος τοιάδε πρὸς τὸν Ἀμμοῦν ἔλεξεν: Οὐ πρέπον, ἔφη, ἀσκοῦντί σοι σωφροσύνην, ὁρᾷν ἐν τοσούτῳ οἰκήματι θήλειαν: διὸ εἰ δοκεῖ, ἕκαστος ἰδίᾳ τὴν ἄσκησιν ποιησώμεθα. Αὗται πάλιν αἱ συνθῆκαι ἤρεσκον ἀμφοτέροις: καὶ χωρισθέντες ἀπ̓ ἀπ̓ ἀλλήλων, οὕτως τὸ λοιπὸν τοῦ βίου διήνυσαν, ἀπεχόμενοι οἴνου τε καὶ ἐλαίου, μόνον τε ξηρὸν ἄρτον, καὶ αὐτὸν ποτὲ μὲν ὑπὲρ μίαν ἡμέραν, ποτὲ δὲ ὑπὲρ δύο, ἔστι δὲ καὶ ὑπὲρ πλείους ἐσθίοντες. Τούτου τοῦ Ἀμμοῦν τὴν ψυχὴν μετὰ θάνατον ἀναλαμβανομένην ὑπὸ ἀγγέλων ὁ κατ̓ αὐτὸν βιώσας Ἀντώνιος ἐθεάσατο, ὥς φησιν ἐν τῷ βίῳ αὐτοῦ ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος. [*](Cp. Ath. *wit. Anton. 60.) Ἐζήλωσαν οὖν τὸν βίον τοῦ Ἀμμοῦν πάνυ πολλοί: καὶ κατὰ μέρος ἐπληρώθη τὸ τῆς Νιτρίας ὄρος, καὶ τὸ τῆς Σκίτεως, ἐκ τοῦ πλήθους τῶν μοναχῶν. Ὧν πάντων τὸν βίον συγγράφειν ἰδίας ἔργον ἐστὶν ὑποθέσεως: ἐπεὶ δὲ ἐγένοντο ἐν αὐτοῖς ἄνδρες θεοφιλεῖς, καὶ ἐν τῇ ἀσκήσει διαπρέψαντες, καὶ ἀποστολικὸν βίον βιώσαντες, χρειώδη τέ τινα καὶ ἄξια τοῦ ἀπομνημονεύεσθαι ἐποίησάν τε καὶ ἔλεξαν, χρήσιμον οἶμαι ἐκ πολλῶν ὀλίγα ἐγκαταμίξαι τῇ ἱστορίᾳ πρὸς ὠφέλειαν τῶν ἐντυγχανόντων. Λέγεται τοίνυν Ἀμμοῦν οὗτος γυμνὸν ἑαυτὸν μὴ ἑωρακέναι ποτέ: λέγων ἀπρεπὲς
194
εἷναι τῷ μοναχῷ καὶ τὸ ἑαυτοῦ σῶμα γυμνὸν θεωρεῖν. Καί ποτε διαβῆναι ποταμὸν βουλόμενος, ὤκνει ἀποδύσασθαι: ηὔξατό τε τῷ Θεῷ, γενέσθαι αὐτῷ τὴν διάβασιν μὴ ἐγκοπτομένῳ τὴν πρόθεσιν: καὶ ἄγγελος μετέθηκεν αὐτὸν εἰς τὸ πέραν τοῦ ποταμοῦ. Δίδυμος ἄλλος: οὗτος μοναχὸς ἐνενήκοντα ἔτη βιοὺς οὐδενὶ ἀνθρώπων συνέμεινεν ἄχρι τῆς τελευτῆς. Ἀρσήνιος ἄλλος τοὺς τῶν νέων πταίσαντας οὐκ ἀφώριζεν, ἀλλὰ τοὺς προκόψαντας: λέγων ὅτι ὁ νέος ἀφορισθεὶς καταφρονητὴς γίνεται, ὁ δὲ προκόψας τῆς ἐκ τοῦ ἀφορισμοῦ ὀδύνης ταχεῖαν λαμβάνει τὴν αἴσθησιν. Πίωρ περιπατῶν ἤσθιεν: πυθομένου δέ τινος, Διὰ τί οὕτως ἐσθίεις; Οὐ βούλομαι, ἔφη, ὡς ἔργῳ τῷ βρώματι χρήσασθαι, ἀλλ̓ ὡς παρέργῳ. Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα ἀπεκρίνατο: Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν, φησὶν, ἡδονῆς σωματικῆς αἰσθάνοιτο ἡ ψυχή. Ἰσίδωρος ἔλεγε τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ̓ οὗ αἰσθάνεσθαι μὲν τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέ ποτε δὲ συγκατατίθεσθαι μήτε ἐπιθυμίᾳ μήτε θυμῷ. Παμβὼς δὲ ἀγράμματος ὢν προσῆλθέ τινι ἐπὶ τῷ [*](Ps. xxxviii. (Lxx.) 1.) διδαχθῆναι ψαλμόν: ἀκούσας δὲ τὸν πρῶτον στίχον τοῦ λη ψαλμοῦ τοῦ λέγοντος, Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου, δευτέρου ἀκοῦσαι μὴ ἀνεχόμενος ἀνεχώρησεν: ἀρκεῖσθαι φήσας τούτῳ τῷ ἑνὶ στίχῳ, ἐὰν δυνηθῶ ἔργῳ αὐτὸν ἐκμαθεῖν. Ἐγκαλέσαντος δὲ τοῦ παραδεδωκότος τὸν στίχον, διὰ τί ἑξαμηνιαίου παραδραμόντος χρόνου μὴ ἑωράκει αὐτὸν, ἀπεκρίνατο, Ὅτι τοῦ ψαλμοῦ τὸν στίχον οὔπω τῷ ἔργῳ ἐξέμαθον. Μετὰ ταῦτα δὲ πολλοὺς ἐπιβιοὺς χρόνους, πρός τινα τῶν γνωρίμων ἐρωτήσαντα εἰ τὸν στίχον ἐξέμαθεν, Ἐν ὅλοις, ἔφη, ἐννεακαίδεκα ἔτεσι μόλις αὐτὸν πράττειν ἐξέμαθον. Ὁ αὐτὸς, δεδωκότος τινος χρυσίον εἰς διατροφὴν τῶν πτωχῶν, καὶ εἰπόντος, Ἀρίθμησον ὃ δέδωκα, ἔφη, ἀριθμοῦ οὐ χρῄζειν, ἀλλ̓ ὑγιοῦς διαθέσεως. Οὗτος ὁ Παμβὼς, Ἀθανασίου τοῦ ἐπισκόπου παρακαλέσαντος, κατῆλθεν ἐκ τῆς ἐρήμου εἰς τὴν Ἀλεξάνδρειαν. Ἰδὼν δὲ ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο: τῶν δὲ παρόντων πυθομένων διὰ τί ἐδάκρυσε, Δύο, ἔφη, ἐκίνησεν: ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια: ἕτερον δὲ, ὅτι ἐγὼ οὐ τηλικαύτην ἔχω σπουδὴν πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσην αὕτη ἵνα ἀρέσῃ ἀνθρώποις αἰσχροῖς. Ἄλλος δέ τις ἔλεγεν, ὅτι ὁ μοναχὸς εἰ μὴ ἐργάζοιτο, ἐπίσης τῷ πλεονέκτῃ κρίνεται. Πιτ̔??ʼροῦς πολλά τινα φυσικὰ θεωρήματα ἠπίστατο: καὶ
195
συνεχῶς ἄλλοτε ἄλλα πρὸς τοὺς ἐντυγχάνοντας ἔλεγεν: καθ̓ ἕκαστον δὲ τῶν θεωρημάτων ηὔχετο. Ἐγένοντο δὲ ἐν τοῖς μοναχοῖς κατ̓ ἐκεῖνον τὸν χρόνον δύο ἄνδρες θεοφιλεῖς ὁμώνυμοι ἑαυτοῖς, ἑκατέρῳ γὰρ αὐτῶν ὄνομα ἦν Μακάριος. Ὧν ὁ μὲν ἐκ τῆς ἄνω Αἰγύπτου ἦν, ὁ δὲ ἐκ τῆς Ἀλεξανδρέων πόλεως: ἀμφότεροι δὲ πολλῶν ἕνεκεν γεγόνασι περιβόητοι, δἰ ἄσκησιν, διὰ βίον, διὰ τὰ ἐν χερσὶν αὐτῶν γενόμενα θαύματα. Ὁ μὲν οὖν Αἰγύπτιος Μακάριος τοσαύτας θεραπείας ποιησάμενος, καὶ τοσούτους τῶν δαιμονώντων ἐξήλασε [*]([Qu. e)poi/hse;]) δαίμονας, ὡς ἰδίας δεῖσθαι συγγραφῆς, ὧν χάριτι Θεοῦ διεπράξατο: ἦν δὲ μετὰ τοῦ εὐλαβοῦς πρὸς τοὺς ἐντυγχάνοντας αὐστηρός. Ὁ δὲ Ἀλεξανδρεὺς Μακάριος, κατὰ πάντα παραπλήσιος ὢν τῷ Αἰγυπτίῳ, ἐν τούτῳ διήλλασσεν, ὅτι πρὸς τοὺς ἐντυγχάνοντας ἱλαρός τε ἦν, καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγεν πρὸς ἄσκησιν. Τούτων Εὐάγριος γενόμενος μαθητὴς τὴν δἰ ἔργων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλόσοφος ὤν: ὃς ἐν τῇ Κωνσταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ Ναζιανζηνοῦ εἰς τὴν τοῦ διακόνου προχειρισθεὶς τάξιν, εἶτα ἅμα αὐτῷ εἰς τὴν Αἴγυπτον κατελθὼν, καὶ τοῖς προλεχθεῖσιν ἐντυχὼν ἀνδράσι, τὸν ἐκείνων βίον ἐζήλωσε. Καὶ τοσαῦτα τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ γέγονεν, ὅσα καὶ ἐν ταῖς τῶν αὐτοῦ καθηγητῶν. Τούτῳ καὶ βιβλία ἄγαν σπουδαῖα συγγέγραπται: ὧν τὸ μὲν, Μοναχὸς, ἢ περὶ πρακτικῆς, ἐπιγέγραπται: τὸ δὲ, Γνωστικὸς, [*](Cp. iii. 7.) ἢ πρὸς τὸν καταξιωθέντα γνώσεως, κεφάλαια δὲ αὐτοῦ πεντήκοντα: τὸ δὲ, Ἀντιρρητικὸς ἀπὸ τῶν θείων γραφῶν πρὸς τοὺς πειράζοντας δαίμονας, ἐν ὀκτὼ διῃρημένον μέρεσι κατὰ τὸν ἀριθμὸν τῶν ὀκτὼ λογισμῶν. Καὶ ἑξακόσια προγνωστικὰ προβλήματα: ἔτι μὴν καὶ στιχηρὰ δύο, ἓν πρὸς τοὺς ἐν τοῖς κοινοβίοις ἢ ἐν συνοδίαις μοναχοὺς, καὶ ἓν πρὸς τὴν παρθένον: ἅτινα ὅπως ἐστὶ θαυμαστὰ, οἱ ἐντυγχάνοντες εἴσονται. Εὔκαιρον δὲ, ὡς ἡγοῦμαι, μικρὰ τῶν αὐτῷ μνημονευθέντων περὶ τῶν μοναχῶν τούτοις συνάψαι: φησὶ γὰρ κατὰ λέξιν τάδε: Ἀναγκαῖον καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾷν, [*](Cp. Coteler. Eccl. Gr. Mon. iii. 59.) καὶ πρὸς αὐτὰς κατορθοῦσθαι: πολλὰ γάρ ἐστιν ὑπ̓ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς. Ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δὲ αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας:
196
Οὐδενὶ γὰρ οὕτως, ἐρωτηθεὶς ἔφησεν, ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη. Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέν τις τῶν τότε σοφῶν, καὶ, Πῶς δαικαρτερεῖς, εἶπεν, ὦ πάτερ, τῆς ἐκ τῶν βιβλίων παραμυθίας ἐστερημένος; Τὸ ἐμὸν βιβλίον, ἕφη ὁ Ἀντώνιος, ὦ φιλόσοφε, ἡ φύσις τῶν γεγονότων ἐστι: καὶ πάρεστιν, ὅτε βούλομαι, τοὺς λόγους ἀναγινώσκειν τοὺς τοῦ Θεοῦ. [*](Acts ix. 15.) Ἠρώτησέ με τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ Αἰγύπτιος γέρων Μακάριος, Τί δή ποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν; Κἀμοῦ πρὸς τὴν ἀπόκρισιν ἀπορήσαντος, καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, Διότι, φησὶν ἐκεῖνος, τὸ μὲν πρότερον πάθος παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ. Παρέβαλλον κατ̓ αὐτὴν τὴν σταθηρὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ, καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος, ᾔτουν ὕδωρ πιεῖν. Ὁ δέ φησιν, Ἀρκέσθητι τῇ σκιᾷ: πολλοὶ γὰρ ὁδοιποροῦντες νῦν, ἢ καὶ πλέοντες, καὶ ταύτης ἐστέρηνται. Εἶτα λόγους μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος, Θάρσει, φησὶν, ὦ τέκνον: ἐν ὅλοις εἴκοσιν ἔτεσιν, οὔτε ἄρτου οὔτε ὕδατος οὔτε ὕπνου κόρον εἴληφα. Τὸν μὲν γὰρ [*](Cp. Ezek. iv. 10, 11.) ἄρτον μου ἤσθιον σταθμῷ, τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ: τοῖς τοίχοις δὲ ἐμαυτὸν παρανακλίνων μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον. Ἐμηνύθη τινι τῶν μοναχῶν θάνατος τοῦ πατρός: ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, Παῦσαι, φησὶ, βλασφημῶν: ὁ γὰρ ἐμὸς Πατὴρ ἀθάνατός ἐστιν. Ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον: καὶ τοῦτο πωλήσας, ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, [*](Matt. xix. 21.) ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα: Αὐτὸν γὰρ, φησὶ, τὸν λόγον πεπώληκα τὸν λέγοντα, Πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς. Ἔστι δέ τις περὶ τὴν Ἀλεξάνδρειαν νῆσος κατ̓ αὐτὸ τὸ βόρειον πέραν τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας: προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς Παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος, ὅστις ἀπεφῄνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δἰ αἰτίας πέντε, διὰ Θεὸν, διὰ φύσιν, διὰ ἔθος, δἰ ἀνάγκην, διὰ ἔργον χειρῶν. Ὁ δὲ αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετὴν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς: καὶ γὰρ καὶ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μὲν, φησὶν, ἐστὶ, ταῖς δὲ δἰ ὦν εἰσβάλλει θυρίσι σχηματίζεσθαι πέφυκεν. Ἄλλος δέ τις τῶν μοναχῶν, Διὰ τοῦτο περιαιρῶ τὰς ἡδονὰς, εἶπεν, ἴνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις: οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν, καὶ ἐκταράσσοντά μου τὸν νοῦν, καὶ τὴν γνῶσιν ἀποδιώκοντα. Ἔλεγε δέ τις τῶν γερόντων, ὅτι ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δὲ αὐτὸς, Οὐκ οἶδα, φησὶν, εἰς ταὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς. Ταῦτα μὲν ὁ Εὐάγριος ἐν τῷ ἐπιγραφομένῳ αὐτοῦ Πρακτικῷ κατὰ λέξιν ἀπεμνημόνευσεν: ἐν δὲ τῷ Γνωστικῷ αὐτοῦ τοιαῦτά φησι:
197
Τέσσαρας ἀρετὰς, καὶ τὰς θεωρίας αὐτῶν, παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι: φρόνησιν καὶ ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην. Καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι, τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων: τούτους γὰρ ὑπὸ τῆς σοφίας δηλοῦσθαι παραδέδωκεν: ἀνδρείας δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα: τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα, καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι: δικαιοσύνης δὲ πάλιν, τὸ κατ̓ ἀξίαν ἑκάστου λόγον ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δἰ αἰνιγμάτων σημαίνουσαν, τινα δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν τῶν ἁπλουστέρων. Τῆς ἀληθείας στύλος ὁ Καππαδόκης Βασίλειος, Τὴν μὲν ἀπ̓ ἀνθρώπων, φησὶν, ἐπισυμβαίνουσαν γνῶσιν προσεχὴς μελέτη καὶ γυμνασία κρείσσονα ποιεῖ: τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένην δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος. Καὶ τὴν μὲν προτέραν δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι: τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοὶ, οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσι. Τῶν Αἰγυπτίων ὁ ἄγιος φωστὴρ Ἀθανάσιος, Τὴν τράπεζαν, φησὶ, Μωϋσῆς εἰς τὸ βόρειον μέρος στῆσαι προστάσσεται: γινωσκέτωσαν οἱ γνωστικοὶ, τίς [*](Exod. xxvi. 35.) ὁ πνέων ἐστὶ κατ̓ αὐτῶν, καὶ πάντα πειρασμὸν γενναίως ὑπομενέτωσαν, καὶ μετὰ προθυμίας τοὺς προσιόντας τρεφέτωσαν. Ἔλεγε δὲ ὁ τῆς Θμουϊτῶν ἐκκλησίας ἄγγελος Σαραπίων ὅτι ὁ νοῦς μὲν πεποκὼς πνευματικὴν γνῶσιν τελείως καθαίρεται: ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει: πονηρὰς δὲ ἐπιθυμίας ἐπιρρεούσας ἵστησιν ἐγκράτεια. Τοὺς περὶ προνοίας καὶ κρίσεως κατὰ σαυτὸν ἀεὶ γύμναζε λόγους, φησὶν ὁ μέγας καὶ γνωστικὸς διδάσκαλος Δίδυμος, καὶ τούτων τὰς ὕλας διὰ μνήμης φέρειν πειράθητι: ἅπαντες γὰρ σχεδὸν ἐν τούτοις προσπταίουσι. Καὶ τοὺς μὲν περὶ κρίσεως λόγους ἐν τῇ διαφορᾷ τῶν σωμάτων καὶ κατὰ τὸν κόσμον εὑρήσεις: τοὺς δὲ περὶ προνοίας ἐν τοῖς τρόποις τοῖς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπὶ τὴν ἀρετὴν ἢ ἐπὶ τὴν γνῶσιν ἡμᾶς ἐπανάγουσι. Τοσαῦτα μὲν ἐκ τῶν Εὐαγρίου ἐνταῦθα παρεθέμεθα. Ἐγένετο δὲ καὶ ἄλλος ἀνὴρ θαυμάσιος ἐν τοῖς μοναχοῖς, ᾧ ὄνομα Ἀμμώνιος, ὅστις οὕτως ἦν ἀπερίεργος, ὥστε ἐν τῇ Ῥώμῃ ἅμα Ἀθανασίῳ γενόμενος μηδὲν ἑλέσθαι ἱστορῆσαι τῶν ἔργων τῆς πόλεως, μόνον δὲ ἰδεῖν τὸ Πέτρου καὶ Παύλου μαρτύριον. Οὗτος ὁ Ἀμμώνιος εἰς ἐπισκοπὴν ἑλκόμενος καὶ διαφυγὼν, τὸ δεξιὸν οὖς αὐτοῦ ἐξέκοψεν, ὅπως ἂν τῷ ἀσχήμῳ τοῦ σώματος τὴν χειροτονίαν ἐκφύγῃ. Ἐπειδὴ δὲ χρόνῳ ὕστερον καὶ Εὐάγριος ὑπὸ Θεοφίλου τοῦ ἐπισκόπου Ἀλεξανδρείας [*](Cp. v. 16.) πρὸς ἐπισκοπὴν συλληφθεὶς ἀπέφυγεν, οὐδὲν ἀκρωτηριάσας
198
τοῦ σώματος, περιτυχὼν τῷ Ἀμμωνίῳ χαριεντιζόμενος ἔλεγεν, ὡς κακῶς εἴη πράξας ἐκκόψας τὴν ἀκοήν: καὶ ἔνοχος εἶναι Θεοῦ τοῦτο ποίησας. Ὁ δὲ Ἀμμώνιος πρὸς αὐτὸν, Ἀλλὰ σὺ, ἔφη, Εὐάγριε, οὐκ οἴει δώσειν δίκην τὴν γλῶσσαν ἀποτεμὼν, διὰ φιλαυτίαν τῇ δοθείσῃ χάριτι μὴ χρησάμενος; Ἐγένοντο μὲν οὖν κατὰ τὸν αὐτὸν χρόνον ἐν τοῖς μοναστηρίοις καὶ ἄλλοι πλεῖστοι ἄνδρες θαυμαστοὶ καὶ θεοφιλεῖς, ὧν ἐν τῇ προκειμένῃ συγγραφῇ μνημονεύειν μακρὸν ἂν εἴη: ἄλλως τε καὶ ἐκβαίνειν τοῦ προκειμένου ἀνάγκη, εἰ βουλοίμεθα καθ̓ ἕκαστον τῶν ἀνδρῶν τοὺς βίους, καὶ ὅσα ἐποίησαν θαύματα διὰ τὴν προσοῦσαν αὐτοῖς ἁγιότητα, λέγειν. Εἰ δέ τις βούλοιτο τὰ περὶ αὐτῶν μανθάνειν, ὧν τε ἐποίησαν, ὧν τε ἔπραξαν, καὶ ὧν πρὸς ὠφέλειαν τῶν ἀκουσάντων ἐφθέγξαντο, [*]([Hist. Lausiaca.]) ὅπως τε αὐτοῖς τὰ θηρία ὑπήκουον, πεπόνηται Παλλαδίῳ τῷ μοναχῷ ἴδιον μονόβιβλον: ὃς Εὐαγρίου μὲν ἦν μαθητὴς, πάντα δὲ ἀκριβῶς περὶ αὐτῶν διεξῆλθεν: ἐν ᾧ καὶ γυναικῶν ἐφάμιλλον τοῖς προειρημένοις ἀνδράσιν ἐπανελομένων βίον μνήμην πεποίηται. Εὐάγριος μὲν οὖν καὶ Παλλάδιος μικρὸν ὕστερον μετὰ τὴν Οὐάλεντος τελευτὴν ἤνθησαν. Ἐπανέλθωμεν δὲ ὅθεν ἐξέβημεν.

Περὶ τῶν ἐξορισθέντων ἁγίων μοναχῶν, ὅπως ὁ Θεὸς ταῖς αὐτῶν θαυματοποιΐαις πάντας πρὸς ἑαυτὸν ἐφειλκύσατο.

Τοῦ τοίνυν βασιλέως Οὐάλεντος νόμῳ κελεύσαντος διώκεσθαι τούς τ̓ ἐν Ἀλεξανδρείᾳ καὶ τοὺς κατ̓ Αἴγυπτον, πάντα ἐπορθεῖτο καὶ ἀνετρέπετο: τῶν μὲν ἑλκομένων εἰς δικαστήρια, τῶν δὲ βαλλομένων εἰς δεσμωτήρια, ἄλλων τε ἄλλως στρεβλουμένων. Διάφοροι γὰρ τιμωρίαι κατὰ τῶν ἡσυχάζειν φιλούντων ἐγίνοντο. Ἐπεὶ δὲ ταῦτα ἐν τῇ Ἀλεξανδρείᾳ ᾗ ἐδόκει Λουκίῳ ἐπέπρακτο, Εὐζώϊος ἐπὶ τὴν Ἀντιόχειαν αὖθις ὑπέστρεψεν: οἱ δὲ εὐθὺς ἐπὶ τὰ τῆς Αἰγύπτου [*]([o(/ te *wal.]) μοναστήρια ἐχώρουν, ὁ δὲ στρατηγὸς σὺν πλήθει πολλῶν στρατιωτῶν, καὶ ὁ Ἀρειανὸς Λούκιος. Οὐδὲ γὰρ αὐτὸς ἀπελείπετο, ἀλλὰ στῖφος ἁγίων ἀνδρῶν οὐδαμῶς οἰκτιζόμενος, χείρονα τῶν στρατιωτῶν διεπράττετο. Ὡς δὲ ἐπὶ τὸν τόπον ἐγίνοντο, κατελάμβανον τοὺς ἄνδρας τὰ συνήθη πράττοντας, εὐχομένους, πάθη θεραπεύοντας, δαίμονας ἐξελαύνοντας. Οἱ δὲ μικρὰ τῶν τοῦ Θεοῦ

199
θαυμάτων φροντίσαντες, οὐδὲ τὰς συνήθεις εὐχὰς ἐν τοῖς εὐκτηρίοις τόποις συνεχώρουν ἐπιτελεῖσθαι: ἀλλὰ αὐτοὺς καὶ τούτων ἐξέβαλλον. Καὶ οὐκ ἐπὶ τούτων μόνον ἔστησαν, ἀλλὰ προϊόντες τοῖς ὅπλοις ἐκέχρηντο κατ̓ αὐτῶν. Ταῦτα καὶ ὁ Ῥουφῖνος ἑωρακέναι παρὼν καὶ πεπονθέναι φησίν: ἀνενεοῦντό τε καὶ ἐπ̓ αὐτῶν τὰ τοῦ ἀποστόλου λεγόμενα: ἐνεπαίζοντο γὰρ, καὶ μαστίγων πεῖραν [*](Heb. xi.36-38.) ἐλάμβανον, ἐγυμνοῦντο, ἐδεσμοῦντο, ἐλιθάζοντο, ἐν φόνῳ μαχαίρας ἀπέθνησκον, ἄνδρες περιερχόμενοι κατὰ τὴν ἔρημον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπ̓ ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς: καὶ ταῦτα, μαρτυρηθέντες ὑπό τε τῆς πίστεως καὶ τῶν ἔργων καὶ τῶν ἰαμάτων, ὅσα ἐν ταῖς χερσὶν αὐτῶν ἡ τοῦ χριστοῦ χάρις εἰργάζετο. Ἀλλ̓ ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ πρόνοια ταῦτα παθεῖν τοὺς ἄνδρας συνεχώρησεν, κρεῖττόν [*](Heb. xi. 40.) τι προβλεψαμένη, ἵνα δἰ ὧν αὐτοὶ κακῶς ἔπασχον, ἕτεροι τὴν ἐν Θεῷ σωτηρίαν εὕρωσιν: καὶ τοῦτο ἡ ἀπόβασις ἔδειξεν. Ὡς οὖν οἱ θαυμάσιοι ἐκεῖνοι ἄνδρες κρείττονες τῆς ἐπιφερομένης ἀνάγκης ἐγίνοντο, ἀποκνήσας ὁ Λούκιος γνώμην δίδωσι τῷ ἡγουμένῳ τοῦ στρατιωτικοῦ τάγματος, ὑποβάλλειν ἐξορίᾳ τοὺς πατέρας τῶν μοναχῶν: αὐτοὶ δὲ ἦσαν ὁ Αἰγύπτιος Μακάριος καὶ ὁ Ἀλεξανδρεὺς, ὁ τούτου ἐπώνυμος. Ἐξωρίζοντο οὖν οἱ ἄνδρες εἰς νῆσόν τινα, ἥτις οὐδένα τῶν Χριστιανῶν εἶχεν οἰκήτορα: κατ̓ αὐτήν τε τὴν νῆσον ἐτύγχανεν ὂν ἱερὸν, καὶ ἱερεὺς ἐν αὐτῷ, ὃν πάντες οἱ ἐκεῖ ἶσα θεῷ ἔσεβον. Γενομένων δὲ τῶν θεοφιλῶν ἀνδρῶν ἐν τῇ νήσῳ, πάντα μὲν τὰ ἐκεῖ δαιμόνια ἐν θορύβῳ καὶ φόβῳ ἐγίνοντο. Συνέβαινε δὲ κατ̓ αὐτὸ καὶ τοιοῦτό τι πρᾶγμα γενέσθαι: ἡ τοῦ ἱερέως θυγάτηρ ἄφνω ὑπὸ δαίμονος κάτοχος γενομένη ἐξεμάνη, καὶ πάντα ἀνέτρεπεν: ἀκατάσχετός τε ἦν, καὶ οὐδενὶ τρόπῳ ἡσυχάσαι ἠδύνατο: ἀλλ̓ ἐβόα μεγάλα, καὶ πρὸς τοὺς θεοφιλεῖς ἐκείνους ἄνδρας, Τί, φησὶν, ἤλθετε καὶ ἐντεῦθεν ἐξελάσαι ἡμᾶς; Πάλιν οὖν οἱ ἄνδρες ἐκεῖ τὸ ἴδιον ἔργον, ὅ ἐκ Θεοῦ χάριτος εἰλήφασιν, ἐπεδείκνυντο: ἐξελάσαντες γὰρ τὸν δαίμονα τῆς παρθένου, καὶ ὑγιῆ αὐτὴν τῷ πατρὶ παραδόντες, εἰς πίστιν τοῦ Χριστιανισμοῦ ἤγαγον τόν τε ἱερέα καὶ πάντας τοὺς ἐκεῖ ἐνοικοῦντας ἐν τῇ νήσῳ. Εὐθὺς οὖν τὰ μὲν ἀγάλματα ἐξέβαλον: τὸ δὲ σχῆμα τοῦ ναοῦ εἰς ἐκκλησίας τύπον μεταποιήσαντες, ἐβαπτίζοντό τε καὶ πάντα τὰ τοῦ Χριστιανισμοῦ
200
χαίροντες ἐδιδάσκοντο. Οὕτω μὲν δὴ ἐλαυνόμενοι διὰ τὴν τοῦ ὁμοουσίου πίστιν οἱ θαυμάσιοι ἐκεῖνοι ἄνδρες αὐτοί τε δοκιμώτεροι ἐγίνοντο, καὶ ἄλλους ἔσωζον, καὶ τὴν πίστιν βεβαιοτέραν εἰργάζοντο.

Περὶ Διδύμου τοῦ τυφλοῦ.

ʽΥπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἕτερον ἄνδρα πιστὸν ἀνέδειξεν ὁ Θεὸς, δἰ αὐτοῦ μαρτυρηθῆναι δικαιώσας τὴν πίστιν. Δίδυμος γὰρ, ἀνὴρ θαυμαστὸς καὶ ἐλλόγιμος, κατὰ τὸν αὐτὸν ἤνθησε χρόνον, πάσῃ διαπρέψας παιδεύσει: οὗτος κομιδῇ νέος ὢν, καὶ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα μαθὼν, τῷ τῆς ὀφθαλμίας περιέπεσε πάθει, καὶ κακῶς διατεθεὶς τὸ ὁρατικὸν ἀπέβαλεν. Ὁ Θεὸς δὲ αὐτῷ ἀντὶ τῶν αἰσθητῶν ὀφθαλμῶν παρέσχε τοὺς νοητούς: ἃ γὰρ δἰ ὀφθαλμῶν παιδευθῆναι οὐκ ἴσχυσε, ταῦτα δἰ ἀκοῆς ἐξεμάνθανε. Ἐκ παιδὸς γὰρ ὢν εὐφυὴς, καὶ ψυχῆς λαχὼν ἀγαθῆς, ἐνίκα τοὺς [*]([*wal. om. eu)fuei=s.]) εὐφυεῖς καὶ ὀξύτατα βλέποντας: γραμματικῆς τε γὰρ τοὺς κανόνας ῥαδίως κατώρθου, καὶ ῥητορικῆς πάλιν θᾶττον ἐλάμβανεν. Ἐλθὼν δὲ ἐπὶ τὰ φιλόσοφα θαυμαστῶς πως καὶ τὴν διαλεκτικὴν ἐξέμαθε, καὶ ἀριθμητικήν τε καὶ μουσικὴν, καὶ τὰ ἄλλα τῶν φιλοσόφων μαθήματα ἐν τῇ ψυχῇ κατέθετο, ὡς προθύμως αὐτὸν ἀπαντᾷν πρὸς τοὺς ταῦτα δἰ ὀφθαλμῶν κατορθώσαντας. Οὐ μὴν ἀλλὰ καὶ τὰ θεῖα λόγια παλαιᾶς καὶ καινῆς Διαθήκης οὕτως ἀκριβῶς ἐγνώκει, ὥστε πολλὰ μὲν ἐκδοῦναι βιβλία: ὑπαγορεῦσαι δὲ καὶ τὰ περὶ Τριάδος τρία βιβλία: ἑρμηνεῦσαι δὲ καὶ τὰ περὶ Ἀρχῶν̓ Ὠριγένους, ὑπομνήματά τε ἐκδοὺς εἰς αὐτὰ, δἰ ὧν συνίστησιν ὡς εἴη [*](Cp. vi. 13.) ἄριστα γεγραμμένα, καὶ μάτην ἐρεσχελοῦσιν οἱ κακηγορεῖν τὸν ἄνδρα καὶ τὰ βιβλία διασύρειν σπουδάζοντες: μηδὲ γὰρ αὐτοὺς δύνασθαι, φησὶν, ἑλεῖν τὴν τοῦ ἀνδρὸς σύνεσιν. Εἴ τις οὖν τὴν πολυμαθίαν καὶ τὸ διάπυρον τῆς ψυχῆς Διδύμου γνῶναι προῄρηται, ἐντυχὼν τοῖς πεπονημένοις αὐτῷ βιβλίοις μαθήσεται. Τούτῳ [*]([Qu. pro/teron h)/;]) λέγεται καὶ Ἀντώνιον ἤδη πρότερον κατὰ τὸν Οὐάλεντος χρόνον, ὅτε διὰ τοὺς Ἀρειανοὺς ἐν τῇ Ἀλεξανδρείᾳ ἐκ τῆς ἐρήμου κατῆλθεν, ἐντυχεῖν τῷ Διδύμῳ, καὶ μαθόντα τὴν τοῦ ἀνδρὸς σύνεσιν εἰπεῖν πρὸς αὐτόν: Μηδὲν, ὦ Δίδυμε, ταραττέτω σε ἡ τῶν αἰσθητῶν ὀφθαλμῶν ἀποβολή: τοιοῦτοι γάρ σοι λείπουσιν ὀφθαλμοὶ,

201
οἶς καὶ μυῖαι καὶ κώνωπες βλέψαι ἰσχύουσιν: χαῖρε δὲ ὅτι ἔχεις ὀφθαλμοὺς, οἶς καὶ ἄγγελοι βλέπουσι, δἰ ὧν καὶ ὁ Θεὸς θεωρεῖται, καὶ τὸ αὐτοῦ φῶς καταλαμβάνεται. Ταῦτα μὲν ἤδη πρότερον παρὰ τοῦ θεοφιλοῦς Ἀντωνίου πρὸς Δίδυμον εἴρητο: τότε δὲ μέγιστος συνήγορος τῆς οἰκείας πίστεως ἐφαίνετο Δίδυμος, πρὸς τοὺς Ἀρειανοὺς ἀπαντῶν, καὶ τὰ σοφίσματα ἀναλύων αὐτῶν, καὶ τοὺς κιβδήλους καὶ δολεροὺς αὐτῶν λόγους ἐξελέγχων.

Περὶ Βασιλείου Καισαρείας, καὶ Γρηγορίου Ναζιανζοῦ.

Ἀλλὰ Δίδυμον μὲν τοῖς ἐν Ἀλεξανδρείᾳ Ἀρειανίζουσιν ἡ τοῦ Θεοῦ ἀντέταξε πρόνοια: ἐν δὲ ταῖς ἄλλαις πόλεσιν, Βασίλειόν τε τὸν Καισαρέα καὶ Γρηγόριον τὸν Ναζιανζηνόν: περὶ ὧν βραχέα εἰπεῖν εὔκαιρον ἡγοῦμαι. Ἤρκει μὲν γὰρ ἡ παρὰ πᾶσι σωζομένη τῶν ἀνδρῶν μνήμη, καὶ ἡ ἐκ τῶν γεγραμμένων αὐτοῖς βιβλίων μάθησις, παραθέσθαι τὴν ἑκατέρου εὔκλειαν: ἐπεὶ δὲ κατ̓ ἐκεῖνο καιροῦ τὰ πολλὰ ταῖς ἐκκλησίαις αὐτοὶ συνεβάλλοντο, καὶ ὡς ἐμπύρευμα τῆς πίστεως ἐφυλάχθησαν, ἀπαιτεῖ ἡ ὑπόθεσις μάλιστα τούτων μνήμην ποιήσασθαι. Βασιλείου τοίνυν καὶ Γρηγορίου εἴ τις βούλοιτο σύγκρισιν ποιήσασθαι, διεξιέναι τε τὸν ἑκάστου βίον καὶ τρόπον, καὶ τὰς προσούσας αὐτοῖς ἀρετὰς, ἀμφιβάλλοι ἂν ἕτερον τοῦ ἑτέρου προκρῖναι. Ἄμφω γὰρ ἦσαν ἀλλήλοις ἐφάμιλλοι κατά τε τὴν ὀρθὴν πολιτείαν, καὶ κατὰ τὰς παιδεύσεις, τήν τε Ἑλληνικήν φημι, καὶ τὴν τῶν ἱερῶν γραμμάτων. Νέοι γὰρ δὴ ὄντες [*](Cp. Greg. Naz. Orat. xliii. 15.) οὗτοι, ἐν ταῖς Ἀθήναις γενόμενοι, τῶν τότε ἀκμασάντων σοφιστῶν Ἱμερίου καὶ Προαιρεσίου ἀκροαταὶ γενόμενοι, καὶ μετὰ ταῦτα ἐν τῇ Ἀντιοχείᾳ τῆς Συρίας Λιβανίῳ συμφοιτήσαντες, ἄκρως τὴν ῥητορικὴν [*](Cp. iii. 1, 23.) ἐξεπόνησαν. Ἄξιοί τε τοῦ σοφιστεύειν κριθέντες, ὑπὸ πολλῶν παρεκλήθησαν ἐπὶ τὸν διδασκαλικὸν βίον ἐλθεῖν: ἄλλων δὲ αὐτοὺς ἐπὶ δικανικὴν παρακαλούντων, ἀμφοτέρων κατεφρόνησαν: καὶ καταλιπόντες τὸ σοφιστεύειν, τὸν μονήρη βίον προέκριναν. Ἁψάμενοι οὖν φιλοσόφων λόγων παρὰ τῷ τηνικαῦτα ἐν τῇ Ἀντιοχείᾳ συμπράττοντι τὰ φιλόσοφα, μετ̓ οὐ πολὺ τὰ Ὠριγένους βιβλία συνάγοντες, ἐξ αὐτῶν τὴν ἑρμηνείαν τῶν ἱερῶν γραμμάτων ἐπέγνωσαν: μέγα γὰρ κλέος τὸ Ὠριγένους καθ̓ ὅλης τότε τῆς οἰκουμένης

202
ἐφήπλωτο: ὧν ἀσκηθέντες δυνατῶς ἀπήντων πρὸς τοὺς Ἀρειανίζοντας: καίτοι τῶν Ἀρειανῶν τὰ Ὠριγένους βιβλία εἰς μαρτυρίαν, ὡς ᾤοντο, τοῦ ἰδίου καλούντων δόγματος, αὐτοὶ ἐξήλεγχον, καὶ ἐδείκνυον μὴ νοήσαντας τὴν Ὠριγένους σύνεσιν. Παρὰ τοῖς [*](c. 7) πολλοῖς τε τότε οἱ Ἀρειανοὶ καὶ ὁ τότε Ἀρειανίζων Εὐνόμιος, ἐλλόγιμοι νομίζοντες εἶναι, τοῖς περὶ Γρηγόριον καὶ Βασίλειον ἐντυγχάνοντες, ἀπαίδευτοι τελείως ἐδείκνυντο. Βασίλειος μὲν οὖν ὑπὸ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου εἰς τὴν τοῦ διακόνου τάξιν προχειρισθεὶς, μετὰ ταῦτα δὲ καὶ ἐπίσκοπος τῆς ἑαυτοῦ πατρίδος, λέγω δὴ τῆς ἐν Καππαδοκίᾳ Καισαρείας, προβληθεὶς, φροντίδα τῶν ἐκκλησιῶν ἐποιεῖτο. Δεδιὼς γὰρ μή πως Ἀρειανὴ καινοτομία καὶ τὰς κατὰ τὸν Πόντον ἐπινεμηθῇ ἐπαρχίας, δρομαῖος ἐπὶ τὰ ἐκεῖ μέρη διέβαινεν: ἐκεῖ τε ἀσκητήρια συστησάμενος, καὶ κατηχήσας τοὺς ἄνδρας ταῖς αὐτοῦ διδασκαλίαις, τοὺς σαλευομένους ἐστήριξε. Γρηγόριος δὲ τῆς Ναζιανζοῦ πόλεως εὐτελοῦς ἐν Καππαδοκίᾳ, ἧς [*]([kai\ *wal.]) καὶ ὁ αὐτοῦ πατὴρ πρότερον ἐκκλησίας προέστη, κατὰ τὰ αὐτὰ τῷ βασιλείῳ διεπράττετο. Περιϊὼν γὰρ καὶ αὐτὸς τὰς πόλεις τοὺς ῥαθυμοῦντας περὶ τὴν πίστιν ἀνερρώννυε. Μάλιστα δὲ τὰ πολλὰ τῇ Κωνσταντινουπόλει ἐπιδημῶν τοὺς ἐν αὐτῇ ὁμόφρονας ταῖς διδασκαλίαις ἐστήριξε: διὸ καὶ μικρὸν ὕστερον ψήφῳ πολλῶν ἐπισκόπων προέστη τοῦ ἐν Κωνσταντινουπόλει λαοῦ. Ὡς οὖν τὰ παῤ ἀμφοτέρων γινόμενα εἰς ἀκοὰς ἥκει τοῦ βασιλέως Οὐάλεντος, αὐτίκα Βασίλειον ἀπὸ τῆς Καισαρείας ἀγώγιμον ἐπὶ τὴν Ἀντιόχειαν [*](Cp. Greg. Naz. Orat. xliii. 48.) γενέσθαι ἐκέλευσεν. Ἤγετο οὖν εὐθὺς, καὶ κατὰ γνώμην τοῦ βασιλέως εἰς τὸ τῶν ὑπάρχων εἰσήγετο δικαστήριον: πεῦσίν τε προσαγαγόντος αὐτῷ τοῦ ὑπάρχου, τοῦ χάριν μὴ τὴν πίστιν τοῦ βασιλέως ἀσπάζεται, ὁ Βασίλειος σὺν παρρησίᾳ πολλῇ τῇ μὲν τοῦ βασιλέως θρησκείᾳ ἐμέμφετο, τῇ δὲ τοῦ ὁμοουσίου πίστει συνίστατο. Ἐπεὶ δὲ ὁ ὕπαρχος θάνατον αὐτῷ διηπείλησεν, Εἴθε, ἔφη ὁ Βασίλειος, γένοιτό μοι διὰ τὴν ἀλήθειαν ἀπαλλαγῆναι τῶν δεσμῶν τοῦ σώματος. Τοῦ δὲ ὑπάρχου πάλιν ἐπισκέψασθαι εἰπόντος, λέγεται εἰπεῖν τὸν Βασίλειον, Ἐγὼ καὶ σήμερον καὶ αὔριον ὁ αὐτὸς εἰμί: ὄφελόν συ ἑαυτὸν μὴ ἐνήλλαττες. Τότε μὲν οὖν κατ̓ ἐκείνην τὴν ἡμέραν φρουρούμενος διετέλει Βασίλειος. Οὐκ εἰς μακρὰν δὲ συνέβη νήπιον υἱὸν τοῦ Οὐάλεντος, ᾧ ὄνομα ἦν Γαλάτης, ἀρρωστῆσαι ἰσχυρῶς, ὥστε ἀπογνωσθῆναι ὑπὸ τῶν
203
ἰατρῶν. Ἡ δὲ μήτηρ αὐτοῦ ἡ βασίλισσα Δομνίκα λόγους πρὸς [*](Cp. Greg. Naz. Orat. xliii. 54.) τὸν βασιλέα προσέφερε, φάσκουσα ἑαυτὴν μὲν ἐν τοῖς ὀνείροις κακῶς διατεθῆναι ὑπὸ φοβερῶν φασμάτων, τὸ δὲ παιδίον κακῶς ἔχειν διὰ τὴν εἰς τὸν ἐπίσκοπον ὕβριν. Ταῦτα εἰς νοῦν βαλλόμενος ὁ βασιλεὺς μεταπέμπεται τὸν Βασίλειον: καὶ ἀπόπειραν ποιούμενος φησὶ πρὸς αὐτὸν, Εἰ ἀληθῆ τὰ σὰ δόγματα, εὔξαι ἵνα μου ὁ υἱὸς μὴ ἀποθάνῃ. Ὁ δὲ, Εἰ πιστεύσειας, ἔφη, ὦ βασιλεῦ, καθάπερ ἐγὼ, καὶ ἡ ἐκκλησία ἑνωθῇ, ζήσεται τὸ παιδίον. Του δὲ μὴ συνθεμένου, Οὐκοῦν, ἔφη ὁ Βασίλειος, περὶ τοῦ παιδίου τὸ θέλημα γενήσεται τοῦ Θεοῦ. Ταῦτα εἰπόντα τὸν Βασίλειον ἀφεθῆναι ἐκέλευσε: τὸ μέντοι παιδίον μετ̓ οὐ πολὺ ἐτελεύτησε. Τοσαῦτα περὶ τῶν ἀνδρῶν τούτων ὡς ἐν ἐπιτομῇ εἰρήσθω: βιβλία δὲ ἑκάτερος αὐτῶν πολλὰ καὶ θαυμαστὰ συνέγραψαν καὶ ἐξέδωκαν: ἀφ̓ ὧν τινα ὁ Ῥουφῖνος εἰς τὴν Ῥωμαίων γλῶσσαν μεταβεβληκέναι φησίν. Ἐγένοντο δὲ ἀδελφοὶ Βασιλείου Πέτρος καὶ Γρηγόριος: ἀλλὰ Πέτρος μὲν τὸν μονήρη βίον Βασιλείου ἐζήλωσε, Γρηγόριος δὲ τὸ διδασκαλικὸν τοῦ λόγου: ὃς καὶ τὴν πονηθεῖσαν Βασιλείῳ Ἑξαήμερον, ἅτε δὴ καταλειφθεῖσαν, προσανεπλήρωσε [*]([Qu. a)telh=;]) μετὰ θάνατον τοῦ ἀδελφοῦ: καὶ ἐπιτάφιον εἰς Μελέτιον [*](Cp. Garner. Praef. s. 14.) τὸν Ἀντιοχείας ἐπίσκοπον ἐν τῇ Κωνσταντίνου πόλει διεξῆλθε: φέρονται δὲ αὐτοῦ καὶ ἄλλοι λόγοι διάφοροι.

Περὶ Γρηγορίου τοῦ Θαυματουργοῦ.

Ἐπειδὴ δέ τινες ἐκ τῆς ὁμωνυμίας πλανῶνται καὶ ἐκ τῶν ἐπιγραφομένων Γρηγορίου βιβλίων, δεῖ εἰδέναι ὅτι ἄλλος ἐστὶν ὁ Ποντικὸς Γρηγόριος, ὅστις ἐκ τῆς ἐν Πόντῳ Νεοκαισαρείας ὁρμώμενος ἀρχαιότερος τούτων ἐστί: μαθητὴς γὰρ Ὠριγένους ἐγένετο. [*](Cp. Eus. vi. 30.) Περὶ τούτου τοῦ Γρηγορίου πολὺς ὁ λόγος ἔν τε Ἀθήναις καὶ Βηρυτῷ καὶ ὅλῃ τῇ Ποντικῇ διοικήσει, ὡς δὲ εἰπεῖν, καὶ πάσῃ τῇ οἰκουμένῃ. Οὗτος γὰρ ὡς τῶν Ἀθήνῃσι παιδευτηρίων ἀναχωρήσας, ἐν τῇ Βηρυτῷ νόμους ἐμάνθανε, πυθόμενος ἐν [*]([Al. puqo/meno/s te.]) τῇ Καισαρείᾳ τὰ ἱερὰ γράμματα ἑρμηνεύειν Ὠριγένην, δρομαῖος ἐπὶ τὴν Καισάρειαν παραγίνεται. Ἀκροασάμενός τε τῆς μεγαλοφώνου θεωρίας τῶν ἱερῶν γραμμάτων, πολλὰ χαίρειν εἰπὼν

204
τοῖς Ῥωμαϊκοῖς νόμοις, ἀχώριστος ἦν τοῦ λοιποῦ: καὶ ὑπ̓ αὐτοῦ [*]([om. kai/.]) παιδευθεὶς τὴν ἀληθῆ φιλοσοφίαν, καὶ μετὰ ταῦτα ἐπὶ τὴν πατρίδα τῶν γονέων καλεσάντων, ἀνεχώρησε. Κἀκεῖ πρῶτον μὲν λαϊκὸς ὢν πολλὰ σημεῖα ἐποίησε, νοσοῦντας θεραπεύων, καὶ δαίμονας δἰ ἐπιστολῶν φυγαδεύων, καὶ τοὺς Ἐλληνίζοντας τοῖς τε λόγοις καὶ πλέον τοῖς γινομένοις ὑπ̓ αὐτοῦ προσαγόμενος. Μέμνηται δὲ [*]([*wal. u(pe/r.]) αὐτοῦ καὶ Πάμφιλος ὁ μάρτυς ἐν τοῖς περὶ Ὠριγένους πονηθεῖσιν [*]([Panegyr. Orat.in Orig.]) αὐτῷ βιβλίοις, ἐν οἷς καὶ συστατικὸς λόγος Γρηγορίου εἰς Ὠριγένην παράκειται. Γεγόνασιν οὖν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, Γρηγόριοι, ὅ τε ἀρχαῖος οὗτος καὶ μαθητὴς Ὠριγένους, καὶ ὁ Ναζιανζηνὸς, καὶ ὁ ἀδελφὸς Βασιλείου. Ἐγένετο δὲ καὶ ἄλλος Γρηγόριος ἐν Ἀλεξανδρείᾳ, [*](Cp. ii. 11.) ὃν οἱ Ἀρειανοὶ κατὰ τὸν καιρὸν τῆς φυγῆς Ἀθανασίου κατέστησαν. Περὶ μὲν δὴ τούτων τοσαῦτα λελέχθω.