Ecclesiastical history
Socrates Scholasticus
Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.
Ὡς ὁ βασιλεὺς ὑποστρέψας ἐν τῇ Κωνσταντινουπόλει καὶ ὑπὸ τοῦ δήμου διὰ τοὺς Γότθους κατονειδισθεὶς ἐξελαύνει τῆς πόλεως κατὰ βαρβάρων: καὶ συμβαλὼν αὐτοῖς ἐν Ἀδριανουπόλει τῆς Μακεδονίας ὑπ̓ αὐτῶν ἀναιρεῖται, ζήσας μὲν ἔτη πεντήκοντα, βασιλεύσας δὲ ἔτη ἓξ πρὸς τοῖς δέκα.
Ὁ δὲ βασιλεὺς Οὐάλης περὶ τὴν τριακάδα τοῦ Μαΐου μηνὸς, ἐν τῇ ἕκτῃ ἑαυτοῦ ὑπατείᾳ καὶ Οὐαλεντινιανοῦ τοῦ νέου τὸ δεύτερον, [*](A.D. 378.) ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν εὑρίσκει τὸν δῆμον ἐν ἀθυμίᾳ καθεστῶτα πολλῇ: Οἱ γὰρ βάρβαροι καταδραμόντες τὴν Θρᾴκην ἤδη καὶ τὰ προάστεια ἐπόρθουν τῆς Κωνσταντινουπόλεως, μηδεμιᾶς οὔσης ἀξιομάχου τηνικαῦτα δυνάμεως. Ἐπεὶ δὲ καὶ τοῖς τείχεσι προσπελάζειν ἐπεχείρουν οἱ βάρβαροι, χαλεπῶς ἡ πόλις ἔφερε τὰ γινόμενα: ἐψιθύριζόν τε κατὰ τοῦ βασιλέως, ὡς ἐπαγαγόντος τοὺς πολεμίους, καὶ ὅτι μὴ ἀντεπεξῆγεν εὐθὺς, ἀλλὰ παρεῖλκε τὸν πρὸς τοὺς βαρβάρους πόλεμον. Καὶ δὴ ἱπποδρομίας ἐπιτελουμένης, πάντες ἐκ συμφωνίας κατεβόων τοῦ βασιλέως ὡς περιορῶντος τὰ πράγματα: ἔκραζον οὖν συντόνως, Δὸς ὅπλα καὶ πολεμοῦμεν ἡμεῖς. Ταῦτα βοώντων, ἐξάπτεται πρὸς ὀργὴν ὁ βασιλεύς: καὶ ὑπερβαίνει περὶ τὴν ἑνδεκάτην τοῦ Ἰουνίου μηνὸς, [*]([*wal. u(pekbai/nei.]) ἐπαπειλήσας ἢν ὑποστρέψῃ, δίκην ἀπὸ Κωνσταντινουπολιτῶν λήψεσθαι, ὦν τότε ὑβρίζειν αὐτὸν ἐδόκουν, καὶ ὑπὲρ ὧν ἤδη πρότερον τῇ τυραννίδι Προκοπίου προσέθεντο: ἔρημόν τε καταστήσειν τὴν πόλιν, καὶ ἄροτρον εἰπὼν βαλεῖν κατ̓ αὐτὴν, ἐπὶ τοὺς βαρβάρους ἐχώρει. Καὶ ὠθεῖ μὲν αὐτοὺς πόρρω τῆς πόλεως: ἐδίωκε δὲ ἄχρι τῆς ἐν Θρᾴκῃ Ἀδριανουπόλεως, ἣ ἐν τοῖς ὁρίοις τῆς Μακεδονίας ἐστίν. Ἐκεῖ τε συμβαλὼν τοῖς βαρβάροις, ἀπέθανε τῇ ἐννάτῃ τοῦ Αὐγούστου μηνὸς, ἐν τῇ αὐτῇ
Πρὶν ἀρξώμεθα τῆς ἱστορίας τοῦ πέμπτου βιβλίου, φαμὲν πρὸς τοὺς μέλλοντας ἐντυγχάνειν τῇδε τῇ ὑποθέσει μὴ μέμψασθαι ἡμῖν, ὅτι προθέμενοι ἐκκλησιαστικὴν ἱστορίαν συγγράψασθαι ἐπιμίγνυμεν αὐτῇ καὶ τοὺς κατὰ καιρὸν γενομένους πολέμους, ὅσων τὴν ἱστορίαν μετὰ τῆς ἀληθείας ἐδυνήθημεν γνῶναι. Τοῦτο γὰρ πολλῶν ἕνεκα ποιοῦμεν: τοῦ εἰς γνῶσιν ἄγειν τὰ γινόμενα: ἀλλὰ γὰρ καὶ τοῦ τοὺς ἐντυγχάνοντας μὴ προσκορεῖς γενέσθαι, ἐκ τοῦ σχολάζειν τῇ φιλονεικίᾳ τῶν ἐπισκόπων, καὶ οἷς κατ̓ ἀλλήλων ἐτύρευσαν: πρὸ δὲ τούτων, ἵνα γνωσθῇ ὅπως, τῶν δημοσίων ταραττομένων, ὡς ἔκ τινος συμπαθείας καὶ τὰ τῶν ἐκκλησιῶν ἐταράττετο. Εἰ γάρ τις παρατηρήσει, συνακμάσαντα εὑρήσει τά τε δημόσια κακὰ, καὶ τὰ τῶν ἐκκλησιῶν δυσχερῆ: ἢ γὰρ κατὰ ταὐτὸ κινηθέντα εὑρήσει, ἢ ἐπακολουθοῦντα ἀλλήλοις: καὶ ποτὲ μὲν τὰ τῶν ἐκκλησιῶν ἡγούμενα, εἶτα αὖθις ἐπακολουθοῦντα τὰ δημόσια: ποτὲ δὲ τοὔμπαλιν. Ὥστε μὲ τὴν διαδοχὴν τούτων μὴ ἔκ τινος συντυχίας δύνασθαι νομίζειν, ἀλλ̓ ἐκ τῶν ἡμετέρων πλημμελημάτων λαμβάνειν τὰς ἀρχάς: τιμωρίας δὲ ἕνεκεν ἐπιφέρεσθαι τὰ κακὰ, εἴγε κατὰ τὸν ἀπόστολον, τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί [*](1 Tim. v. 24.) εἰσιν, εἰσάγουσαι εἰς κρίσιν: τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Διὰ ταύτην δὴ τὴν αἰτίαν, τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ καί τινα τῶν δημοσίων πραγμάτων ἐπισυμπλέκομεν. Τὰ μὲν γὰρ ἐπὶ Κωνσταντίνου περὶ τοὺς πολέμους γενόμενα διὰ χρόνου μῆκος εὑρεῖν οὐκ ἰσχύσαμεν. Τῶν δὲ μετὰ ταῦτα, ὅσα παρὰ τῶν ἔτι ζώντων ἐμάθομεν, ἐν ἐπιδρομῇ ποιούμεθα μνήμην. Συνεχῶς δὲ καὶ τοὺς βασιλεῖς τῇ ἱστορίᾳ περιλαμβάνομεν, διότι ἀφ̓ οὗ Χριστιανίζειν ἤρξαντο, τὰ τῆς ἐκκλησίας πράγματα ἤρτητο ἐξ αὐτῶν, καὶ αἱ μέγισται σύνοδοι
Ὡς μετὰ τὸν θάνατον Οὐάλεντος, τῶν Γότθων ἐπελθόντων κατὰ Κωνσταντινουπόλεως, ὁ δῆμος αὐτῆς ἀντεπεξήει συμμάχους τοὺς Σαρακηνοὺς ἔχων τοὺς ὑπὸ Μαυΐας ταττομένους.
Τοῦ δὴ βασιλέως Οὐάλεντος ἄδηλον ἐσχηκότος τὴν τελευτὴν, οἱ βάρβαροι πάλιν ἕως τῶν τειχῶν τῆς Κωνσταντινουπόλεως ἐλθόντες τὰ περὶ αὐτὴν ἐπόρθουν προάστεια. Ἐφ̓ οἷς ὁ δῆμος ἀγανακτῶν δἰ ἑαυτῶν τοῖς βαρβάροις ἀντεπεξῄεσαν, ἕκαστος τὸ παρατυγχάνον ἀντὶ ὅπλου λαμβάνοντες. Ἐδίδου δὲ τοῖς ἐξιοῦσιν εἰς τὸν πόλεμον ἡ τοῦ βασιλέως γυνὴ Δομνίκα μισθὸν ἐκ τοῦ βασιλικοῦ ταμείου, καθὰ καὶ τοῖς στρατιώταις ἐνενόμιστο. Ἐπεβοήθουν δὲ αὐτοῖς ὀλίγοι Σαρακηνοὶ ὑπόσπονδοι, παρὰ Μαυΐας [*](Cp iv. 36.) πεμφθέντες, ἧς καὶ ἀνωτέρω ἐμνημονεύσαμεν. Τοῦτον οὖν τὸν τρόπον τηνικαῦτα τοῦ δήμου ἀγωνισαμένου, πόρρω τῆς πόλεως ἀπεχώρησαν οἱ βάρβαροι.
Ὡς Γρατιανὸς ὁ βασιλεὺς τοὺς ὀρθοδόξους ἐπισκόπους ἐκ τῶν ἐξοριῶν ἀνακαλεσάμενος τοὺς αἱρετικοὺς τῶν ἐκκλησιῶν ἐξεδίωξε, καὶ κοινωνὸν τῆς βασιλείας Θεοδόσιον προσελάβετο.
Γρατιανὸς δὲ ἅμα τῷ νέῳ Οὐαλεντινιανῷ τῆς βασιλείας ἐγκρατὴς γενόμενος, καταγνούς τε τοῦ θείου Οὐάλεντος τῆς περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ̓ ἐκείνου ἐξορισθέντας ἀνεκάλει: νόμῳ τε ἐθέσπισε, μετὰ ἀδείας ἑκάστην τῶν θρησκειῶν ἀδιορίστως ἐν τοῖς εὐκτηρίοις συνάγεσθαι: μόνους δὲ τῶν ἐκκλησιῶν εἴργειν Εὐνομιανοὺς, Φωτινιανοὺς, καὶ Μανιχαίους. Συνεωρακὼς δὲ κάμνουσαν τὴν Ῥωμαίων ἀρχὴν, καὶ τὰ βαρβάρων ἐπικρατοῦντα, καὶ ὅτι δεῖται τὰ δημόσια γενναίου ἀνδρὸς, κοινωνὸν προσλαμβάνει τῆς βασιλείας Θεοδόσιον, ἄνδρα ἐκ τῶν εὐπατριδῶν τῆς Ἱσπανίας καταγόμενον, πολλά τε κατὰ τοὺς πολέμους ἀγωνισάμενον, καὶ διὰ τοῦτο ἄξιον τῆς βασιλείας ἤδη πάλαι καὶ πρὸ τῆς Γρατιανοῦ
Τίνες ἐπίσκοποι τῶν μεγάλων ἐκκλησιῶν τηνικαῦτα τὴν προστασίαν εἶχον.
Κατὰ δὲ τὸν χρόνον τοῦτον, τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Δάμασος προΐστατο διαδεδεγμένος Λιβέριον: τῆς δὲ Ἱεροσολύμων ἔτι Κύριλλος ἐκράτει: ἡ δὲ ἐν Ἀντιοχείᾳ, ὡς ἔφημεν, τριχῆ διῄρητο. Τῶν μὲν γὰρ ἐκκλησιῶν Δωρόθεος ὁ Ἀρειανὸς μετὰ Εὐζώϊον ἐγκρατὴς ἐγένετο: τῶν δὲ ἄλλων οἱ μὲν ὑπὸ Παυλίνῳ, οἱ δὲ ὑπὸ Μελιτίῳ τῆς ἐξορίας ἀνακληθέντι ἐτάττοντο. Καὶ τῶν κατὰ Ἀλεξάνδρειαν δὲ, Ἀρειανῶν μὲν Λούκιος καὶ ἐν φυγῇ διάγων: τῆς δὲ ὁμοουσίου πίστεως Τιμόθεος μετὰ Πέτρον προΐστατο. Ἐν δὲ Κωνσταντινουπόλει τῶν μὲν ἐκκλησιῶν Δημόφιλος ἦν ἐγκρατὴς, ὁ μετὰ Εὐδόξιον τῆς Ἀρειανῆς προεστὼς θρησκείας: οἱ δὲ τοῦτον ἐκτρεπόμενοι καθ̓ ἑαυτοὺς τὰς συναγωγὰς ἐποιοῦντο.
Ὡς Μακεδονιανοὶ οἱ πρότερον πρὸς τὸν Ῥώμης Δάμασον περὶ τοῦ ὁμοουσίου διαπρεσβευσάμενοι αὖθις τῇ προτέρᾳ πλάνῃ ὑπήχθησαν.
Μακεδονιανοὶ δὲ μετὰ τὴν πρὸς Λιβέριον πρεσβείαν ἀδιάφορον ἕως τινὸς χρόνου τὴν κοινωνίαν ἐποιοῦντο, κατὰ τὰς ἐκκλησίας τὰς ἐν ἑκάστῃ πόλει ἀλλήλοις ἐπιμιγνύμενοι αὐτοί τε καὶ οἱ ἐξ ἀρχῆς τὸν ὅρον τῆς ἐν Νικαίᾳ στέρξαντες πίστεως. Ἐπειδὴ δὲ ὁ Γρατιανοῦ τοῦ βασιλέως νόμος ἄδειαν ταῖς θρησκείαις παρεῖχε, διακριθῆναι πάλιν ἐσπούδασαν. Συναχθέντες δὲ ἐν Ἀντιοχείᾳ τῆς Συρίας αὖθις ἐδογμάτισαν ἐκτρέπεσθαι τὴν τοῦ ὁμοουσίου φωνὴν, καὶ τοῖς ἀσπαζομένοις τὴν ἐν Νικαίᾳ πίστιν μηδαμῶς ἐπιμίγνυσθαι. Ἀλλ̓ οὐκ ἀπώναντο τοῦ ἐπιχειρήματος: καταγνόντες γὰρ αὐτῶν οἱ πλείους, ὡς ἄλλοτε ἄλλα δογματιζόντων, ἀπέστησάν τε αὐτῶν καὶ τοῖς τὸ ὁμοούσιον φρονοῦσι βεβαίως ἡνώθησαν.
Περὶ τῶν ἐν Ἀντιοχείᾳ διὰ Παυλῖνον καὶ Μελίτιον τηνικαῦτα συμβάντων.
Τότε δὴ καὶ τὰ κατὰ Ἀντιόχειαν τὴν ἐν Συρίᾳ διὰ Μελίτιον [*](Cp. iv. 2.) φιλονεικίαν ἔσχεν τοιάνδε. Φθάσαντες εἴπομεν, ὅτι Παυλῖνος ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος δἰ ὑπερβάλλουσαν εὐλάβειαν εἰς ἐξορίαν οὐκ ἐπέμπετο. Μελίτιος δὲ μετὰ τὴν ὑπὸ Ἰουλιανοῦ ἀνάκλησιν, πάλιν ὑπὸ Οὐάλεντος ἐξορισθεὶς, ὕστερον ἐπὶ Γρατιανοῦ ἀνεκλήθη: ἐλθών τε εἰς Ἀντιόχειαν, κατέλαβε Παυλῖνον ἤδη γηραιὸν ὄντα. Εὐθὺς οὖν πάντες οἱ αὐτῷ προσκείμενοι σπουδὴν ἐτίθεντο σύνθρονον γενέσθαι Παυλίνῳ τὸν Μελίτιον. Τοῦ δὲ Παυλίνου λέγοντος, παρὰ κανόνας εἶναι σύνθρονον λαβεῖν τὸν ὑπὸ Ἀρειανῶν χειροτονηθέντα, ἐκβιάζεται ὁ λαός: καὶ ἐν μιᾷ τῶν πρὸ τῆς πόλεως ἐκκλησιῶν παρασκευάζουσιν ἐνθρονισθῆναι αὐτόν. Τούτου γενομένου, πολλὴ φιλονεικία κεκίνητο: μετὰ δὲ ταῦτα εἰς ὁμόνοιαν ἦλθον οἱ λαοὶ ἐπὶ τοιαύταις συνθήκαις. Συναγαγόντες τοὺς ὑποψήφους εἰς ἐπισκοπὴν, εὑρίσκουσι τοὺς πάντας τὸν ἀριθμὸν ἓξ, ἐν οἶς ἦν καὶ Φλαβιανός: ὅρκῳ τε τούτους ἠσφαλίσαντο, τὸ μηδένα παρελθεῖν εἰς τὴν ἐπισκοπὴν, ἑνὸς τῶν ἐπισκόπων προτελευτήσαντος, ἀλλὰ συγχωρεῖν τὸν ὑπολειφθέντα κατέχειν τοῦ προαπελθόντος τὸν θρόνον. Οὕτω δοθέντων τῶν ὅρκων, ὁ λαὸς εἶχεν ὁμόνοιαν καὶ οὐκέτι πρὸς ἀλλήλους διεκρίνοντο: οἱ δὲ Λουκίφερος διὰ τοῦτο διεκρίθησαν, ὅτι Μελίτιος ὑπὸ τῶν Ἀρειανῶν χειροτονηθεὶς εἰς τὴν ἐπισκοπὴν ἐδέχθη. Ἐν τοιαύτῃ καταστάσει τῶν ἐν Ἀντιοχείᾳ καθεστώτων, ἐδέησε τὸν Μελίτιον ἐλθεῖν ἐπὶ τὴν Κωνσταντινούπολιν.