Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ περὶ τοὺς δεομένους ξένους καὶ πτωχοὺς φιλοτιμούμεναι. Τράπεζα καὶ πρόοδος ὡς ἐπίπαν ἡ αὐτὴ πάσαις: κοινῇ τε νύκτωρ καὶ μεθ̓ ἡμέραν τὸν Θεὸν ὑμνοῦσι: καὶ οἷος ἀξιαγάστων γυναικῶν νόμος, ὑφασμάτων καὶ τῶν τοιούτων ἔργων ἐπεμελοῦντο. Ῥᾳστώνην γὰρ καὶ ἀργίαν, καίπερ βασιλεύουσαι, καὶ ἐν τοῖς βασιλείοις τεχθεῖσαι καὶ τραφεῖσαι, παρθενίας ἱερὰς ἣν μετιᾶσιν, ἀναξίαν ἡγήσαντο, καὶ τοῦ οἰκείου βίου ἀφώρισαν.

Διὰ ταῦτα δὲ προφανῶς ἵλεω ὄντος τοῦ θεοῦ, καὶ τοῦ αὐτῶν οἴκου ὑπερμαχοῦντος, τῷ μὲν κρατοῦντι τὰ τῆς ἡλικίας καὶ τῆς ἀρχῆς ἐπεδίδου: πᾶσα δὲ ἐπιβουλὴ, καὶ πόλεμος κατ̓ αὐτοῦ συνιστάμενος, αὐτομάτως: διελύετο.

Περὶ τῶν σπονδῶν τῶν Περσῶν, καὶ περὶ Ὁνωρίου, καὶ Στελίχωνος, καὶ τῶν ἐν Ῥώμῃ καὶ Δαλματίᾳ πραχθέντων.

Τότε γοῦν Πέρσαι μὲν εἰς μάχην κεκινημένοι, ἑκατοντούτεις

889
σπονδὰς πρὸς Ῥωμαίους ἔθεντο. Στελίχων δὲ ὁ τῆς Ὁνωρίου στρατιᾶς ἡγούμενος, ὕποπτος ὢν ὡς Εὐχέριον τὸν υἱέα τὸν ἑαυτοῦ σπουδάζων ἀναγορεῦσαι βασιλέα κατὰ τὴν ἕω, κτίννυται παρὰ τῶν ἐν Ῥαβέννῃ στρατιωτῶν.

Οὗτος δὲ πρότερον, ἔτι περιόντος Ἀρκαδίου, καταστὰς εἰς ἐχθρὰν τοῖς αὐτοῦ ἄρχουσιν, ἐβεβούλευτο παῤ ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια. Καὶ στρατηγοῦ Ῥωμαίων ἀξίαν προξενήσας Ἀλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων, προὐτρέψατο καταλαβεῖν τοὺς Ἰλλυριούς.

Καὶ ὕπαρχον αὐτὸν καταστάντα τὸν Ἰόβιον προπέμψας, συνέθετο καὶ αὐτὸς συνδραμεῖσθαι μετὰ τῶν Ῥωμαίων στρατιωτῶν,