Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ, τὰ μὲν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο, καὶ σὺν κόσμῳ πολλῷ τὰ τῇδε ἰθύνετο παρὰ τὴν πάντων δόξαν: ἦν γὰρ ἔτι νέος ὁ κρατῶν.

Ἐδόκει δὲ ὁ Θεὸς προφανῶς ἥδεσθαι τῇ παρούσῃ βασιλείᾳ, οὐ μόνον ἐξ ἀπροσδοκήτου τὰ περὶ τοὺς πολέμους ὧδε διατεθεὶς, ἀλλὰ καὶ πολλῶν ἐπὶ εὐσεβείᾳ πάλαι εὐδοκιμηκότων τὰ ἱερὰ

917
σώματα ἀναφαίνων: οἷον δὴ καὶ τότε γενέσθαι συνέβη ἐπὶ Ζαχαρίᾳ τῷ παλαιοτέρῳ προφήτῃ καὶ Στεφάνῳ τῷ διακόνῳ χειροτονηθέντι παρὰ τῶν ἀποστόλων. Ἑκατέρου δὲ τῆς εὑρέσεως παραδόξου καὶ θείας οὔσης, ἀναγκαῖον εἰπεῖν τὸν τρόπον.