Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
ἢν μὴ σφᾶς ἀξίους ταύτης διὰ τῶν ἔργων παρέχωσιν. Ἀλλ̓ ὅσα μὲν τῶν καθ̓ ἕκαστον εἰς ἀπόδειξιν ἧκεν, ἐπιδεικνύντων θεοφιλῆ εἶναι τὴν τοῦ βασιλέως ἀδελφὴν,
881
ἑκὼν παρήσω τέως, μὴ καὶ μωμήσηταί τις ὡς ἕτερα πραγματευόμενος, εἰς ἐγκωμίων νόμον ἐτράπην. Ὃ δέ μοι καὶ κατ̓ αὐτὸν, ἐκκλησιαστικῆς τε ἱστορίας ἴδιον εἶναι δοκεῖ, καὶ θεοφιλείας αὐτῆς περιφανὴς ἔλεγχος, αὐτόθεν ἐρῶ, εἰ καὶ χρόνῳ ὕστερον συνέβη. Ἔχει δὲ ὧδε. Περὶ τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων τεσσαράκοντα μαρτύρων.
Γυνή τις Εὐσεβία τοὔνομα, διάκονος τῆς Μακεδονίου αἱρέσεως, οἴκημα καὶ κῆπον εἶχε πρὸ τοῦ τείχους τῆς Κωνσταντινουπόλεως: καὶ ἱερὰ λείψανα ἐνθάδε ἐφύλαττε τῶν ἐν Σεβαστείᾳ τῆς Ἀρμενίας κατὰ τοὺς Λικινίου χρόνους μαρτυρησάντων τεσσαράκοντα στρατιωτῶν.
Μέλλουσα δὲ τελευτᾷν, κατέλιπε τὸν προειρημένον τόπον μοναχοῖς ὁμοδόξοις, καὶ μεθ̓ ὅρκων αὐτῶν ἐδεήθη ἐκεῖσε ταφῆναι: ὑπὲρ δὲ κεφαλῆς ἐπὶ
882
τῷ ἄκρῳ τὴν αὐτῆς σορὸν ἰδίᾳ ξέσαι, καὶ συγκαταθέσθαι αὐτῇ τῶν μαρτύρων τὰ λείψανα,