Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
ἔγνωμεν. Ἤδη δὲ εἰς ἄνδρας τελῶν πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο: φύσει δὲ μᾶλλον ἢ μαθήσει φρόνιμος ὢν, ἐγένετο τῶν πρακτέων ἐπήβολος,
τὸ δὲ ἦθος ἐπαγωγὸς, ὡς πολλοῖς κεχαρισμένος εἶναι. Μέτριος δὲ πρὸς τοὺς ἐπ̓ ἐκκλησίας λόγους, ὡς μήτε γραφῆς ἀξίους νομίζεσθαι τοῖς ἀκροαταῖς, μήτε παιδείας παντελῶς ἀμοίρους: ἐμμελὴς γὰρ ὢν, εἴ πη καιρὸν ἦγε, τοὺς παῤ Ἕλλησιν εὐδοκιμωτάτους συγγραφέας ἠσκεῖτο: καὶ τῷ δοκεῖν ἰδιώτης εἶναι περὶ τούτων διαλεγόμενος, καὶ τοὺς ἐπιστήμονας πολλάκις ἐλάνθανεν.
Ἐλέγετο δὲ πρὸς μὲν τοὺς ὁμοδόξους σπουδαῖος εἶναι: τοῖς δὲ ἑτεροδόξοις φοβερός: ναὶ ῥᾳδίως μὲν αὐτοῖς ἡνίκα βούλοιτο δέος ἐμποιεῖν: αὖθις δὲ μεταβαλλόμενος, πρᾷος φαίνεσθαι. Καὶ τὸν μὲν τοιόνδε γενέσθαι φασὶν, οἵ γε τὸν ἄνδρα ἔγνωσαν.
Ὁ δὲ Ἰωάννης καὶ φεύγων ἐπισημότερος ἐγένετο: χρημάτων γὰρ ἔχων ἀφθονίαν, ἄλλων τε πολλῶν προσφερόντων καὶ Ὀλυμπιάδος τῆς διακόνου πεμπούσης, πολλοὺς αἰχμαλώτους παρὰ τῶν Ἰσαύρων λῃστῶν ὠνεῖτο, καὶ τοῖς ἰδίοις ἀπεδίδου:
Πλεῖστοι δὲ πρὸς αὐτὸν ἐφοίτων ἀπό τε Ἀντιοχείας, καὶ τῆς ἄλλης Συρίας καὶ Κιλικίας.