Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ εἰς Νίκαιαν τῆς Βιθυνίας ἀφίκετο ἡ στρατιὰ, ἀναγορεύουσι βασιλέα Οὐαλεντινιανὸν, ἄνδρα ἀγαθὸν καὶ τῆς ἡγεμονίας

ἄξιον. Ἔτυχε δὲ τότε παρὼν ἀπὸ τῆς ὑπερορίας φυγῆς. Λέγεται γὰρ, ὡς ἡνίκα Ἰουλιανὸς ἐκράτει Ῥωμαίων, συνταγματάρχην αὐτὸν ὄντα τοῦ καταλόγου τῶν καλουμένων Ἰοβιανῶν, τῆς στρατείας ἀπεώσατο, καὶ ἀϊδίῳ φυγῇ ἐζημίωσε. Πρόφασιν μὲν ὡς οὐ δεόντως ἔταξε τοὺς ὑπ̓ αὐτὸν στρατιώτας πρὸς τοὺς πολεμίους:

τὸ δ̓ ἀληθὲς, ἐντεῦθεν. Ἔτι διάγων Ἰουλιανὸς ἐν τοῖς πρὸς δύσιν Γαλάταις, ἧκεν εἴς τινα ναὸν θύσων: συνῆν δὲ αὐτῷ καὶ Οὐαλεντινιανός: ἔθος γὰρ παλαιὸν Ῥωμαίοις τὸν ἡγούμενον τῶν Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν, τάγματα δὲ ταῦτα τῶν ἐν λόγῳ στρατιωτῶν, τὸ μὲν ἀφ̓ Ἡρακλέους, τὸ δὲ ἀπὸ Διὸς λαχόντα τὴν προσηγορίαν, κατὰ νώτου ἐγγὺς ἀεὶ φύλακας ἕπεσθαι τῷ βασιλεῖ.

Ἐπεὶ δὲ ἔμελλεν ὑπεραμείβειν

547
τοῦ ναοῦ τὸν οὐδὸν, θαλλούς τινας διαβρόχους κατέχων ὁ ἱερεὺς, νόμῳ Ἑλληνικῷ περιέρραινε τοὺς εἰσιόντας: ἐκπεσούσης δὲ σταγόνος ἐπὶ τὴν αὐτοῦ ἐσθῆτα, χαλεπῶς ἤνεγκεν Οὐαλεντινιανός: ἦν γὰρ Χριστιανός: καὶ τῷ ῥαίνοντι ἐλοιδορήσατο: φασὶ δὲ καὶ τοῦ βασιλέως ὁρῶντος, αὐτίκα περιτεμεῖν καὶ ἀπορρίψαι σὺν αὐτῇ τῇ ψεκάδι, ὅσον ἐβράχη τῆς ἐσθῆτος.

Τὸ δὲ ἐξ ἐκείνου μηνιῶν ὁ Ἰουλιανὸς, οὐ πολλῷ ὕστερον κατεδίκασεν αὐτὸν τὴν Μελιτινὴν τῆς Ἀρμενίας διηνεκῶς οἰκεῖν, αἰτίαν σκηψάμενος τὴν περὶ τοὺς ὑπ̓ αὐτὸν στρατιώτας ῥαστώνην: οὐ γὰρ ἐβούλετο δόξαι, διὰ τὴν θρησκείαν κακῶς αὐτὸν ποιεῖν, ἵνα μὴ μάρτυρος ἢ ὁμολογητοῦ γερῶν ἀξιωθείη: καθότι ταύτης ἕνεκα τῆς αἰτίας, καὶ τῶν ἄλλων ἐφείσατο Χριστιανῶν, ὁρῶν αὐτοὺς εὔκλειαν, καὶ σύστασιν τοῦ δόγματος τοῖς κινδύνοις ποριζομένους, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.

Ἐπεὶ δὲ ὁ Ἰοβιανὸς ἐπετράπη τὴν Ῥωμαίων ἡγεμονίαν, μετακληθεὶς ἀπὸ τῆς φυγῆς εἰς Νίκαιαν, συμβὰν ἐκεῖνον τελευτῆσαι, βουλευσαμένων τοῦ στρατοπέδου καὶ τῶν τότε τὰς μεγάλας

548
ἀρχὰς ἐχόντων, ψήφῳ πάντων αἱρεῖται βασιλεύειν Οὐαλεντινιανός.