Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος ἐκποδὼν ἐγένετο: τελευτήσαντος δὲ αὐτοῦ, ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνων ἐκκλησίαν ἐπισκοπεῖν: καὶ ἡ πόλις ἐκινδύνευεν. Ἕκαστοι γὰρ ἀποτυχόντες, ἠπείλουν ποιεῖν
νόμων ὑπομιμνήσκων, ὁμονοίας τε καὶ τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν. Οὔπω δὲ αὐτοῦ παυσαμένου περὶ τούτων δημηγορεῖν, ἐξαπίνης πάντες ἀφέμενοι τῆς πρὸς ἀλλήλους ὀργῆς, ἐπ̓ αὐτὸν τὸν σύμβουλον τῆς ὁμονοίας ἄγουσι τὴν τῆς ἐπισκοπῆς ψῆφον: καὶ βαπτίζεσθαι παρεκελεύοντο: ἔτι γὰρ ἀμύητος ἦν: καὶ τὴν ἱερωσύνην παραλαμβάνειν
ἐδέοντο. Ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο, καὶ ἀνεβάλλετο, καὶ ἀτεχνῶς τὸ πρᾶγμα ἀπέφευγεν, ὁ δὲ δῆμος ἐπέκειτο, καὶ τῆς ἔριδος οὐκ ἄλλως ἀνήσειν ἰσχυρίζετο, μηνύεται τάδε ταῖς ἐν τοῖς βασιλείοις ἀρχαῖς. Ἅμα δὲ τῇ περὶ τούτων ἀγγελίᾳ, λέγεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς εὔξασθαι, καὶ φάναι χάριν ὁμολογεῖν τῷ Θεῷ, ὡς ἱερᾶσθαι ἐπιλεγομένῳ, οὓς αὐτὸς ἄρχειν προβάλλεται. Μαθὼν δὲ τὴν τοῦ πλήθους ἔνστασιν, καὶ
Ἅμα δὲ ἐμυήθη καὶ τὴν χειροτονίαν παρέλαβεν, ὁμοφρονεῖν πέπεικε περὶ τὰ θεῖα τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν, ἐπὶ πολλῷ χρόνῳ διχονοίᾳ καμοῦσαν ἐκ τῆς προστασίας Αὐξεντίου. Ἀλλ̓ οἷος μὲν Ἀμβρόσιος οὗτος μετὰ τὴν χειροτονίαν ἐγένετο, καὶ ὡς ἀνδρείως καὶ μάλα θείως τὴν ἱερωσύνην διήνυσεν, ἐν τοῖς ἑξῆς κατὰ χώραν λελέξεται.