Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Περὶ δὲ τὸν αὐτὸν χρόνον, καὶ τὴν πρὸς τῷ Ἀργαίῳ Καισάρειαν, μεγάλην καὶ εὐδαίμονα, καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ
445
καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεύς: καὶ τῆς ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου Καίσαρος, Μάζακα τὸ πρῶτον ὀνομαζομένη.Ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας, ὡς πανδημεὶ χριστιανίζοντας, καὶ πάλαι καθελόντας τοὺς παῤ αὐτοῖς νεὼς, πολιούχου Διὸς, καὶ πατρῴου Ἀπόλλωνος: ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνετράπη, δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει, καὶ ἐδυσφόρει.
Καὶ Ἕλληνας μὲν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο, ὡς μὴ ἐπαμύνοντας, καὶ, εἰ παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης ὑπομείναντας.