Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπυθόμην δὲ ὡς καὶ τῶν ἐπισημοτάτων καὶ φοβερῶν ἀδύτων εἴς τι κατῄει, τελετῆς τινὸς ἢ μαντείας χάριν: ἐξαπίνης δὲ προσβαλλόντων αὐτῷ τῶν ἐπὶ τούτοις μεμηχανευμένων, καὶ γοητείαις παραφαινομένων φασμάτων, ὑπὸ θορύβου καὶ δέους τῶν παρόντων ἐπιλανθανόμενος: ὀψὲ γὰρ τῆς ἡλικίας ἐπὶ τοιαύτην ἦλθε τὴν μάθησιν: ἔλαθεν ὑπὸ τῆς προτέρας συνηθείας, οἷά γε Χριστιανὸς ἐν ἀπόροις κινδύνοις περιληφθεὶς, τῷ συμβόλῳ τοῦ Χριστοῦ κατασημάνας ἑαυτόν.

Αὐτίκα τε φροῦδα τὰ φάσματα ἐγένετο, καὶ τὸ σπουδαζόμενον ἐμπεπόδιστο. Ἀπορούμενος δὲ περὶ τούτου ὁ μυσταγωγὸς, ἐπειδὴ ἔγνω τὸ αἴτιον τῆς φυγῆς τῶν δαιμόνων, ἄγος τὸ γεγονὸς ἀποκαλέσας, καὶ ἀνδρεῖον εἶναι, καὶ μηδὲν πρᾶξαι ἢ ἐννοῆσαι Χριστιανικὸν παρακελευσάμενος, αὖθις ἐπὶ τὴν τελετὴν αὐτὸν ἦγεν.

Οὐ μετρίως δὲ ἐλύπει τοὺς Χριστιανοὺς καὶ περιδεεῖς ἐποίει ἡ περὶ ταῦτα σπουδὴ τοῦ βασιλέως, καὶ μάλιστα ὅτι Χριστιανὸς ἦν πρότερον.

434
Εὐλαβῶν γὰρ περὶ τὴν θρησκείαν πατέρων γενόμενος, ἐκ νέου ἐμυήθη κατὰ τὸν θεσμὸν τῆς ἐκκλησίας, καὶ τὰς ἱερὰς γραφὰς ἐπαιδεύθη, καὶ ὑπὸ ἐπισκόποις καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἐτράφη.

Γέγονε γὰρ αὐτῷ καὶ Γάλλῳ πατὴρ Κωνστάντιος, ὁμοπάτριος ἀδελφὸς Κωνσταντίνου τοῦ βασιλεύσαντος, καὶ Δαλματίου, οὗ παῖς ὁμώνυμος Καῖσαρ ἀναδειχθεὶς ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν μετὰ τὴν Κωνσταντίνου τελευτήν: ὀρφανοὶ δὲ πατρὸς γενόμενοι καὶ αὐτοὶ τότε,