Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Ἐπεὶ οὖν ἐν Σιρμίῳ συνῆλθον, ἔτος δὲ τοῦτο ἦν μετὰ τὴν Σεργίου καὶ Νιγριανοῦ ὑπατείαν, ἡνίκα οὐδεὶς ὕπατος οὔτε ἐκ τῆς ἕω οὔτε ἐκ τῆς δύσεως ἀνεδείχθη, διὰ τὴν συμβᾶσαν προφάσει τῶν τυράννων περὶ τὰ κοινὰ ταραχὴν, τὸν μὲν Φωτεινὸν καθεῖλον, ὡς τὰ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα.
Μετὰ δὲ ταῦτα πάλιν παρὰ τὰ πρότερον δεδογμένα περὶ τῆς πίστεως, τρεῖς ἐκθέσεις ἐξέδωκαν: ὧν τὴν μὲν τῇ Ἑλλήνων φωνῇ, τὰς δὲ τῇ Ῥωμαίων συνέταξαν, ἐν πολλοῖς περί τε ῥητὸν καὶ ἔννοιαν, οὔτε ἑαυταῖς οὔτε
ταῖς προτέραις δεδογμέναις συμφωνούσας. Ἰστέον μέντοι ὡς ἡ Ἑλληνικὴ οὔτε ὁμοούσιον, οὔτε ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱὸν εἶπε: τοὺς δὲ φάσκοντας αὐτὸν ἄναρχον εἶναι, ἢ πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν ποιεῖν,
ἢ συντετάχθαι ἀλλὰ μὴ ὑποτετάχθαι τῷ Πατρὶ δόξαντας, ἀποκηρύττειν. Θατέρα δὲ τῶν Ῥωμαϊκῶν, περὶ μὲν οὐσίας, ἣν σουσταντίαν Ῥωμαῖοι ὀνομάζουσιν, εἴ τε ὁμοούσιος, εἴ τε ὁμοιοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, παντελῶς ἀπαγορεύει λέγειν,
ὡς οὔτε ταῖς ἱεραῖς εἰρημένα γραφαῖς, οὔτε ἀνθρώπων ἐννοίαις ἢ γνώσει εὔληπτα. Μείζονα δὲ χρῆναι συνομολογεῖν τὸν Πατέρα παρακελεύεται, τιμῇ καὶ ἀξίᾳ καὶ θεότητι καὶ αὐτῷ τῷ πατρικῷ ὀνόματι: καὶ ὑποτετάχθαι τῷ Πατρὶ τὸν Υἱὸν μετὰ πάντων ἀξιοῖ: καὶ τοῦ μὲν Πατρὸς ἀρχὴν μὴ εἶναι: τοῦ δὲ Υἱοῦ τὴν γένεσιν, ἄγνωστον πᾶσι, πλὴν τοῦ Πατρός.
Λέγεται δὲ ἤδη ταύτην τὴν γραφὴν ἐκδοθεῖσαν, ὡς μὴ δεόντως συγκειμένην, σπουδάσαι τοὺς ἐγκειμένους
παντελῶς οὐκέτι ἔλαθεν. Ἡ δὲ τρίτη γραφὴ, τὰ μὲν ἄλλα συμφέρεται τῇ διανοίᾳ ταῖς ἄλλαις: τὸ δὲ τῆς οὐσίας ὄνομα περιεῖλε: καὶ αἰτίαν τήνδε αὐτοῖς ῥητοῖς ἔχει διὰ τῆς Ῥωμαίων φωνῆς: τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐτέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς πολλοῖς σκάνδαλον ἔφερε, διὰ τὸ μηδὲ ἐν ταῖς γραφαῖς αὐτὸ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ποιεῖσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν εἶναι οὐσίαν, γράφεται δὲ καὶ ὑπόστασιν, ὀνομάζειν: ὅ
αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν. Ὅσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν: βιασθεὶς δὲ, καὶ πληγὰς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας,
συνῄνεσέ τε καὶ ὑπέγραψε. Φωτεινοῦ δὲ πειρασθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. Ὁ δὲ, προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων, καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα, καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο: