Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Σαβώρης δὲ πρὸς τὸ παράδοξον τῆς μεταβολῆς τοῦ εὐνούχου τεθηπὼς, ἔτι μᾶλλον ἐχαλέπαινε τοῖς Χριστιανοῖς, ὡς γοητείαις τοιάδε κατορθοῦσι.
Ὡς δὲ οὐδὲν ἤνυεν, ἰσχυριζομένου Οὐσθαζάνου μήποτε τοσοῦτον εὐήθη ἔσεσθαι, ὡς ἀντὶ τοῦ πάντων δημιουργοῦ Θεοῦ τὰ πρὸς αὐτοῦ δεδημιουργημένα σέβειν, τότε δὴ πρὸς ὀργὴν κινηθεὶς, προσέταξεν αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀποτμηθῆναι. Ἐπὶ τοῦτο δὲ ἀγόμενος παρὰ τῶν δημίων, ἐπισχεῖν μικρὸν αὐτῶν ἐδεήθη, ὡς περί του βασιλεῖ δηλώσων.
Καὶ προσκαλεσάμενος τινὰ τῶν πιστοτάτων εὐνούχων, ἐκέλευσε τάδε εἰπεῖν Σαβώρῃ: ἣν μὲν ἐκ νέου μέχρι τοῦ νῦν εὔνοιαν ἔσχον, ὦ βασιλεῦ, περὶ τὸν ὑμέτερον οἶκον, πατρί τε σῷ καί σοι, σπουδῇ τῇ προσηκούσῃ διακονούμενος, οὔ μοι δοκεῖ μαρτύρων παρά σοι, εὖ ταῦτα ἐπισταμένῳ, δεῖσθαι. Ἀντὶ πάντων δὲ ὧν πώποτε κεχαρισμένος ὑμῖν ἐγενόμην, ἀπόδος μοι ταύτην τὴν ἀμοιβὴν, τὸ μὴ δόξαι τοῖς ἀγνοοῦσι τιμωρίαν
Καὶ ὥστε τοῦτο δῆλον γενέσθαι, κήρυξ βοῶν σημανεῖ πᾶσιν, ὅτι Οὐσθαζάνης τὴν κεφαλὴν ἀποτέμνεται, μοχθηρὸς μὲν οὐδαμῶς ἔν τινι ἐν τοῖς βασιλείοις φανεὶς, Χριστιανὸς δὲ ὢν, καὶ τὸν ἴδιον Θεὸν ἀρνήσασθαι τῷ βασιλεῖ μὴ πειθόμενος.