Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Χριστιανὸς γὰρ ὢν, οὐ προπολλοῦ ἐβιάσθη προσκυνῆσαι τὸν ἥλιον. Αὐτίκα δὲ δακρύσας μετ̓ οἰμωγῆς ὁ εὐνοῦχος, ἢν μὲν ἠμφίεστο λαμπρὰν ἐσθῆτα ἀπέθετο: οἷα δὲ πενθῶν μέλαιναν περιβαλλόμενος, πρὸ τῆς βασιλέως οἰκίας ἐκαθέζετο, κλαίων καὶ στένων, Οἴμοι ἐγὼ, λέγων, οἷον χρὴ προσδοκᾷν εἶναι περὶ ἐμὲ ὃν ἠρνησάμην Θεόν; ὅπουγε τούτου χάριν ἐντεῦθεν ἤδη πάλαι μοι συνήθης γεγονὼς Συμεώνης, οὐδὲ λόγου μεταδοὺς, ὧδέ με ἀπεστράφη καὶ παρέδραμεν. Ἐπεὶ δὲ ἔγνω ταῦτα Σαβώρης, μετακαλεσάμενος αὐτὸν, ἐπυνθάνετο τὴν αἰτίαν
Ὑπολαβὼν δὲ Οὐσθαζάνης εἶπεν, Ὦ βασιλεῦ, οὐδὲν περὶ τὸν ἐνθάδε οἶκον ἠτύχησα: εἴθε γὰρ ἀντὶ τοῦ συμβεβηκότος μοι παντοδαπαῖς ἀλλοίαις περιπέπτωκα συμφοραῖς, καὶ ῥᾷον ἦν. Πενθῶ δὲ νῦν, ὅτι ζῶ: καὶ πάλαι τεθνάναι ὀφείλων, ὁρῶ τὸν ἥλιον, ὃν σοὶ χαριζόμενος, οὐκ ἀπὸ γνώμης, προσεκύνησα τῷ δοκεῖν: ὥστε κατ̓ ἀμφότερον δίκαιον εἶναί με ἀποθανεῖν, προδότην Χριστοῦ γεγενημένον, καὶ περὶ σὲ ἀπατεῶνα. Καὶ ὁ μὲν, τοιάδε εἰπὼν, ὤμοσεν οὐρανοῦ καὶ γῆς δημιουργὸν, μὴ μεταθήσεσθαι λοιπὸν τῆς γνώμης.