Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐφεξῆς δὲ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη, καὶ εἰς πλῆθος ἐπέδωκεν. Ἀρμενίους δὲ πάλιν πρότερον ἐπυθόμην χριστιανίσαι. Λέγεται γὰρ Τηριδάτην τὸν ἡγούμενον τότε τούτου τοῦ ἔθνους, ἔκ τινος παραδόξου θεοσημείας συμβάσης περὶ τὸν αὐτοῦ οἶκον, ἅμα τε Χριστιανὸν γενέσθαι, καὶ πάντας τοὺς ἀρχομένους ὑφ̓ ἑνὶ κηρύγματι προστάξαι ὁμοίως θρησκεύειν.

Ἐφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη, καὶ εἰς πλῆθος ἐπέδωκε. Καὶ Περσῶν δὲ χριστιανίσαι

133
τὴν ἀρχὴν ἡγοῦμαι, ὅσοι προφάσει τῆς Ὀσροηνῶν καὶ Ἀρμενίων ἐπιμιξίας, ὡς εἰκὸς, τοῖς αὐτόθι θείοις ἀνδράσιν ὡμίλησαν, καὶ τῆς αὐτῶν ἀρετῆς ἐπειράθησαν.

Περὶ Σαβώρου τοῦ βασιλέως Περσῶν, ὅπως κατὰ Χριστιανῶν ἐκινήθη. καὶ περὶ Συμεὼν τοῦ ἐπισκόπου Περσίδος, καὶ περὶ Οὐσθαζάνου εὐνούχου, ὅπως τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσε.

Ἐπεὶ δὲ τῷ χρόνῳ πλεῖστοι ἐγένοντο, καὶ ἐκκλησιάζειν ἤρξαντο, καὶ ἱερέας καὶ διακόνους εἶχον, ἐλύπει τοῦτο οὐ μετρίως τοὺς Μάγους, οἱ τὴν Περσῶν θρησκείαν ὥσπερ τι φῦλον ἱερατικὸν, κατὰ διαδοχὴν γένους ἀρχῆθεν ἐπιτροπεύουσιν. Ἐλύπει δὲ καὶ Ἰουδαίους, τρόπον τινὰ φύσει ὑπὸ βασκανίας πρὸς τὸ δόγμα τῶν Χριστιανῶν ἐκπεπολεμωμένους. Καὶ διαβάλλουσι πρὸς Σαβώρην τὸν τότε βασιλέα, Συμεώνην τὸν τότε ἀρχιεπίσκοπον Σελευκείας καὶ Κτησιφῶντος, τῶν ἐν Περσίδι βασιλευουσῶν πόλεων, ὡς φίλον ὄντα

134
τῷ Καίσαρι Ῥωμαίων, καὶ τὰ Περσῶν πράγματα τούτῳ καταμηνύοντα.