Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ ὁ μὲν ταῦτα ἐντειλάμενος, ὀλίγας ἐπεβίω ἡμέρας: καὶ ἐτελεύτησεν ἀμφὶ πέντε καὶ ἑξήκοντα ἔτη γεγονώς: ἐν τούτοις δὲ, τριάκοντα καὶ ἓν βασιλεύσας. Ἀνὴρ ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἐπαινέτης, ὡς καὶ πρῶτος βασιλέων ἆρξαι τῆς περὶ τῆς ἐκκλησίας σπουδῆς, καὶ εἰς ἄκρον ἐπιδόσεως ἀγαγεῖν.

Ἐπιτευκτικὸς

223
δὲ, ὡς οὐκ οἶδ̓ εἴτις ἕτερος, ἐν οἷς ἐπεχείρησεν: ἄνευ γὰρ Θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ ἐπεχείρει. Ὅς γε πολέμων τε τῶν ἐπ̓ αὐτῷ συμβάντων πρός γε Γότθους καὶ Σαυρομάτας περιεγένετο, καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν, καὶ βασιλίδα πόλιν τὴν ἐπώνυμον αὐτῷ. Τὴν δὲ Ἑλληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε, καὶ ἐν ὀλίγῳ καθεῖλεν, ὑπό τε ἀρχόντων τε καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδασθεῖσαν.

Ἐπεὶ δὲ ἐτελεύτησε, διεκομίσθη αὐτοῦ τὸ σῶμα εἰς Κωνσταντινούπολιν ἐν λάρνακι χρυσῇ, καὶ ἐπὶ βήματος τινὸς ἐν τοῖς βασιλείοις ἀπετέθη. Τιμὴ δὲ καὶ τάξις ὥσπερ εἰς ζῶντα, ἡ αὐτὴ ἐγένετο παρὰ τῶν ἐν τοῖς βασιλείοις. Ὡς δὲ τὴν τοῦ πατρὸς τελευτὴν θᾶττον αὐτῷ μηνυθεῖσαν ἔγνω Κωνστάντιος ἐν τῇ ἕῳ διατρίβων, σπουδῇ τὴν Κωνσταντινούπολιν κατέλαβε: καὶ βασιλικῶς κηδεύσας αὐτὸν, ἔθαψεν ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ, ἔνθα δὴ

224
περιὼν αὐτὸς Κωνσταντῖνος ἑαυτῷ τάφον κατεσκεύασεν.