Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
ἥλατο εἰς τὸ πῦρ, καὶ διεφθάρη. Οὐ μὴν ἀλλὰ καὶ Δημόκριτος ὁ Κῶος πλείστας ἱστόρησε πόλεις, ἀέρα τε, καὶ χώρας, καὶ ἔθνη: καὶ ἐπὶ ἔτεσιν ὀγδοήκοντα διαγαγεῖν ἐπὶ ξένης αὐτός που περὶ ἑαυτοῦ φησίν. Ἄλλοι τε ἐπὶ τούτοις μυρίοι τῶν παῤ Ἕλλησι σοφῶν, ἀρχαῖοι καὶ νεώτεροι,
τοῦτο ἐσπούδασαν. Οὓς ζηλώσας Μερόπιός τις φιλόσοφος Τύριος τῆς Φοινίκης, παρεγένετο εἰς Ἰνδούς. Εἵποντο δέ αὐτῷ παῖδες δύο, Φρουμέντιός τε καὶ Ἐδέσιος: ἄμφω δὲ γένει αὐτῷ προσήκοντες: οὓς διὰ λόγων ἦγε, καὶ ἐλευθερίως ἐπαίδευεν. Ἱστορήσας δὲ τῆς Ἰνδικῆς ὅσα γε αὐτῷ ἐξεγένετο, τῆς ἐπανόδου εἴχετο, νηὸς ἐπιτυχὼν στελλομένης εἰς Αἴγυπτον. Συμβὰν δὲ, κατὰ χρείαν ὕδατος ἢ τῶν ἄλλων ἐπιτηδείων, εἰς ὅρμον τινὰ προσχεῖν τὴν ναῦν, καταδραμόντες οἱ τῇδε Ἰνδοὶ κτείνουσι πάντας, καὶ τὸν Μερόπιον: ἔτυχον γὰρ τότε λύσαντες τὰς πρὸς Ῥωμαίους σπονδάς.
Τοὺς δὲ παῖδας νέους ὄντας οἰκτείραντες ἐζώγρησαν, καὶ βασιλεῖ τῷ ἑαυτῶν προσήγαγον. Ὁ δὲ, τὸν μὲν νεώτερον οἰνοχόον κατέστησε: μείζονα δὲ τῆς αὐτοῦ οἰκίας τὸν Φρουμέντιον, καὶ τῶν χρημάτων ἐπίτροπον: ἔγνω γὰρ αὐτὸν ἐχέφρονα, καὶ διοικεῖν ἱκανώτατον. Ἐπὶ πολὺν δὲ χρόνον χρησίμους σφᾶς καὶ πιστοὺς παρασχομένους, τελευτῶν
ἐλευθερίᾳ τῆς εὐνοίας αὐτοὺς ἠμείψατο, καὶ ᾗ βούλοιντο διάγειν ἐπέτρεψε. Καὶ οἱ μὲν εἰς Τύρον πρὸς τοὺς οἰκείους ἐπανελθεῖν ἐσπούδαζον: ἔτι δὲ τοῦ βασιλέως υἱοῦ νέου κομιδῆ ὄντος, ἐδεήθη ἡ τούτου μήτηρ, ἐπ̓ ὀλίγον χρόνον περιμεῖναι ἄμφω τὴν βασιλείαν ἐπιτροπεύοντας, ἄχρις ἂν ὁ παῖς ἀνδρωθείη. Ἀντιβολοῦσαν δὲ τὴν βασιλίδα ᾐδέσθησαν: καὶ τὰ βασίλεια καὶ τὴν ἡγεμονίαν Ἰνδῶν διῴκουν.