Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἐπενόει μὴ καλύπτεσθαι τὴν ἀλήθειαν ταῖς αὐτῶν διαβολαῖς. Ἦν δὲ ἄρα τοὺς πολλοὺς πείθειν ἐργῶδες, Ἀρσενίου μὴ φαινομένου. Λογισάμενος οὖν ὡς οὐκ ἂν ἄλλως ἑαυτὸν καθάροι τῆς ὑπονοίας, εἰ μὴ ζῆν ἀπελέγξειε τὸν τεθνάναι

179
λεγόμενον, πέμπει τῶν ἀμφ̓ αὐτὸν τινὰ πιστότατον διάκονον, ἀναζητήσοντα τοῦτον. Ὁ δὲ, παραγενόμενος εἰς Θηβαΐδα, ἐξαγγειλάντων τινῶν μοναχῶν, ἔγνω ὅπου διῆγεν. Ἐπεὶ δὲ ἧκε πρὸς Πατρίνην παῤ ᾧ ἐκρύπτετο, αὐτὸν μὲν Ἀρσένιον οὐ καταλαμβάνει:

προμαθόντες γὰρ τὴν ἄφιξιν τοῦ διακόνου, μετέστησαν τοῦτον εἰς τὴν κάτω Αἴγυπτον. Παραλαβὼν δὲ τὸν Πατρίνην, ἤγαγεν εἰς Ἀλεξάνδρειαν: ἅμα δὲ καὶ Ἠλίαν, ἕνα τῶν αὐτῷ συνόντων, ὃς ἐλέγετο τὸν Ἀρσένιον ἑτέρωθι μεταστῆσαι. Ἄμφω τε προσαχθέντες τῷ ἄρχοντι τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων, ὡμολόγησαν ἐν ζῶσιν εἶναι Ἀρσένιον: λαθεῖν δὲ παῤ αὐτοῖς πρότερον κρυπτόμενον, καὶ νῦν ἐν Αἰγύπτῳ διάγειν.

Ταῦτα οὕτω συμβάντα, δῆλα γενέσθαι Κωνσταντίνῳ ἐσπούδασεν Ἀθανάσιος. Τῷ δὲ βασιλεὺς ἀντέγραψεν, ἔχεσθαι τῆς ἱερωσύνης ἐπιμελῶς, καὶ τῆς τοῦ λαοῦ εὐταξίας καὶ εὐσεβείας προνοεῖν: παῤ οὐδὲν δὲ ἡγεῖσθαι τὰς τῶν Μελιτιανῶν ἐπιβουλὰς, ὡς καὶ

180
αὐτοῦ εὖ εἰδότος, φθόνον αὐτοὺς ἐγείρειν εἰς τοιαύτας ψευδεῖς καὶ πεπλασμένας γραφὰς,

καὶ τοὺς κατὰ τῆς ἐκκλησίας θορύβους. Αὐτόν τε τοῦ λοιποῦ μὴ συγχωρήσειν τὰ τοιαῦτα: ἀλλὰ δικαστὴν ἔσεσθαι κατὰ τοὺς πολιτικοὺς νόμους, εἰ μὴ ἡσυχίαν ἄγοιεν, καὶ δίκην λαβεῖν παῤ αὐτῶν, ὡς οὐ μόνον ἀδίκως τοῖς ἀθῴοις ἐπιβουλευόντων, ἀλλ̓ ἀδίκως τῇ εὐταξίᾳ τῆς ἐκκλησίας καὶ τῇ εὐσεβείᾳ λυμαινομένων. Τοιαῦτα γράψας ὁ βασιλεὺς Ἀθανασίῳ, προσέταξεν εἰς τὸ κοινὸν ἀναγνωσθῆναι τὴν ἐπιστολὴν, ἵν̓ εἰδέναι πάντες ἔχοιεν τὴν αὐτοῦ προαίρεσιν.