Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
δίκην γὰρ ὑφωρᾶτο δώσειν, παρὰ τῷ ἐπισκόπῳ εὐθυνόμενος. Τὸ δὲ συμβὰν οὕτως εἰς ἐσχάτην διαβολὴν διεσκεύασαν οἱ ἐπιβουλεύοντες Ἀθανασίῳ. Καὶ τὸν μὲν Ἀρσένιον ἐπιμελῶς ζητήσαντες εὗρον, καὶ φιλοφρονησάμενοι, καὶ πᾶσαν εὔνοιαν καὶ ἀσφάλειαν παρέξειν αὐτῷ ὑποσχόμενοι, ἄγουσι λάθρα πρός τινα τῶν αὐτοῖς συνήθων, καὶ τὰ αὐτὰ σπουδαζόντων:
Ταύτης δὲ τῆς αἰσχρᾶς φήμης εἰς πολλοὺς διασπαρείσης, ἐπὶ τοσοῦτον ὡς καὶ βασιλέως ἀκοὰς φθάσαι, ὁρῶν Ἀθανάσιος ὡς εἰ συμβαίη αὐτὸν καὶ ἐπὶ ταύτῃ τῇ αἰτίᾳ γραφὴν ὑπομεῖναι, χαλεπόν ἐστιν ἀπολογήσασθαι παρὰ δικασταῖς τοιαύταις φήμαις προκατειλημμένοις, ἀντεστρατήγει ταῖς τῶν ἐναντίων τέχναις: καὶ ὡς ἐνεδέχετο πάντας πιστούμενος,
ἐπενόει μὴ καλύπτεσθαι τὴν ἀλήθειαν ταῖς αὐτῶν διαβολαῖς. Ἦν δὲ ἄρα τοὺς πολλοὺς πείθειν ἐργῶδες, Ἀρσενίου μὴ φαινομένου. Λογισάμενος οὖν ὡς οὐκ ἂν ἄλλως ἑαυτὸν καθάροι τῆς ὑπονοίας, εἰ μὴ ζῆν ἀπελέγξειε τὸν τεθνάναι