Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λογισάμενοι δὲ οἱ καθελόντες Εὐστάθιον, οἳ δὴ τούτου χάριν εἰς Ἀντιόχειαν συνηγμένοι ἐτύγχανον, ὡς εἰ τῶν ὁμοδόξων αὐτοῖς προστήσαιντό τινα τῆς ἐνθάδε ἐκκλησίας βασιλεῖ γνώριμον, καὶ ἐπὶ λόγων ἐπιστήμῃ εὐδόκιμον, ῥᾳδίως ἕξουσι πειθομένους τοὺς ἄλλους, εὖ ἔχειν ἐνόμισαν ἐπιτρέψαι τὸν Ἀντιοχέων

166
θρόνον Εὐσεβίῳ τῷ Παμφίλου. Καὶ γράφουσι περὶ τούτου τῷ βασιλεῖ, δηλώσαντες καὶ τῷ λαῷ ὑπερφυῶς τοῦτο κεχαρισμένον εἶναι. Ὧδε γὰρ ἐξῄτησαν καὶ ὅσοι τοῦ κλήρου καὶ τοῦ πλήθους ἀπεχθῶς εἶχον πρὸς Εὐστάθιον.

Ὅ γε μὴν Εὐσέβιος ἔγραψε τῷ βασιλεῖ παραιτούμενος. Ἐπαινέσας δὲ αὐτοῦ τὴν παραίτησιν ὁ βασιλεύς: νόμος γὰρ ἐκκλησιαστικὸς ἐκώλυε, τὸν ἅπαξ ἡγησάμενον ἐκκλησίας, ἐπισκοπὴν ἄλλην μὴ μετιέναι: ἔγραψε δὲ καὶ τῷ λαῷ καὶ αὐτῷ Εὐσεβίῳ, ἀποδεχόμενος αὐτὸν τῆς γνώμης, καὶ μακάριον ἀποκαλῶν, ὡς οὐ μιᾶς πόλεως ἀλλὰ πάσης τῆς οἰκουμένης ὄντα ἄξιον ἐπισκοπεῖν.

Ἔγραψε δὲ καὶ τῷ λαῷ τῆς Ἀντιοχέων ἐκκλησίας, περί τε ὁμονοίας καὶ τοῦ μὴ δεῖν ἐφίεσθαι τοῦ παῤ ἄλλοις ἐπισκοποῦντος, ὡς οὐκ ἀγαθοῦ ὄντος τῶν ἀλλοτρίων ἐπιθυμεῖν.

Ἰδίᾳ δὲ παρὰ ταύτας ἄλλην ἐπιστολὴν τῇ

167
συνόδῳ διεπέμψατο: καὶ Εὐσέβιον μὲν ὁμοίως τῆς παραιτήσεως ἐθαύμαζεν ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν: ὡς δοκίμους δὲ τὴν πίστιν εἶναι πειθόμενος, Εὐφρόνιον Καππαδόκην πρεσβύτερον, καὶ Γεώργιον Ἀρεθούσιον, ἐκέλευσε τούτων ὃν ἂν κρίνωσιν, ἢ ἕτερον ὃς ἄξιος, φησὶ, φανείη, χειροτονῆσαι τῆς Ἀντιοχέων ἐκκλησίας προστάτην.