Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τοῦ δὲ ἐπιγενομένου ἔτους, κατὰ τὴν ἡμέραν, ᾗ τοῦ μὲν πάθους τοῦ Χριστοῦ

144
ἡ ἀνάμνησις ἐπετελεῖτο, τῆς δὲ ἐκ νεκρῶν ἀναστάσεως ἡ πανήγυρις προσεδοκᾶτο, ὠμοτάτη Σαβώρου πρόσταξις ἀνὰ πᾶσαν τὴν Περσῶν γῆν ἐφοίτα, καταδικάζουσα θάνατον τῶν ἑαυτοὺς Χριστιανοὺς εἶναι ὁμολογούντων: ἡνίκα δὴ λέγεται ἀριθμοῦ κρείττονα πληθὺν Χριστιανῶν ὑπὸ ξίφους ἀναιρεθῆναι.

Οἵ τε γὰρ Μάγοι, κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρων τοὺς λανθάνοντας: οἱ δὲ καὶ αὐτόματοι μηδενὸς ἄγοντος ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ τῇ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. Ἀφειδῶς δὲ πάντων Χριστιανῶν κτιννυμένων, πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν, καὶ Ἀζάδης ὁ εὐνοῦχος, τὰ μάλιστα βασιλεῖ κεχαρισμένος ὤν.

Ὃν ἐπείπερ ἀποθανεῖν ὁ Σαβώρης ἐπύθετο, περιλυπος εἰς ἄγαν ἐγένετο. Καὶ τὴν δημώδη ταύτην σφαγὴν ἔστησε: μόνους δὲ τοὺς καθηγητὰς τῆς θρησκείας ἀναιρεῖσθαι προσέταξε.

145

Περὶ Ταρβούλας τῆς ἀδελφῆς Συμεὼν, καὶ τῆς μαρτυρίας αὐτῆς.

Κατ̓ ἐκεῖνο δὲ καιροῦ, νόσῳ περιπεσούσης τῆς βασιλίδος, συλλαμβάνεται ἡ Συμεώνου τοῦ ἐπισκόπου ἀδελφὴ, Ταρβούλα τοὔνομα, ἱερὰ παρθένος, σὺν θεραπαίνῃ τὸν αὐτὸν μετιούσῃ βίον, καὶ ἀδελφῇ μετὰ θάνατον ἀνδρὸς γάμον ἀπαγορευσάσῃ, καὶ ὁμοίως ἀγομένῃ. Ἐγένετο δὲ αὐτῶν ἡ σύλληψις ἐκ διαβολῆς τῶν Ἰουδαίων, ἐπαιτιωμένων ὡς φαρμάκοις τῇ κρατούσῃ ἐπεβούλευσαν, διὰ τὸν Συμεώνου θάνατον μηνιῶσαι.