Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Τί οὖν, ἔφη ὁ βασιλεὺς, ὁμοίως φρονῶν, χωρίζῃ τῆς κοινωνίας; τοῦ δὲ προφέροντος τὴν ἐπὶ Δεκίου Ναυάτῳ καὶ Κορνηλίῳ συμβᾶσαν διαφορὰν, καὶ ὡς μετὰ τὸ βάπτισμα κοινωνίας οὐκ ἀξιοῖ μυστηρίων τοὺς ἁμαρτίας ἐνόχους, ἣν πρὸς θάνατον καλοῦσιν αἱ θεῖαι γραφαί: Θεοῦ γὰρ ἐξουσίας μόνου, οὐχ ἱερέων ἠρτῆσθαι τὴν ἄφεσιν: ὑπολαβὼν ὁ βασιλεὺς εἶπεν: ὦ Ἀκέσιε, κλίμακα θὲς,
καὶ μόνος εἰς οὐρανοὺς ἀνάβηθι. Ταῦτα δὲ οἶμαι εἰπεῖν τὸν βασιλέα πρὸς Ἀκέσιον, οὐκ ἐπαινοῦντα: ἀλλ̓ ὅτι ἄνθρωποι ὄντες, ἀναμαρτήτους σφᾶς εἶναι νομίζουσιν.
Περὶ τῶν κανόνων οὓς ἡ σύνοδος ἔθετο: καὶ ὡς Παφνούτιός τις ὁμολογητὴς διεκώλυσε τὴν σύνοδον, βουλομένην θεῖναι κανόνα, παρθενίαν ἀσκεῖν πάντας τοὺς ἱερωσύνῃ τιμᾶσθαι μέλλοντας.
Ἡ δὲ σύνοδος, ἐπανορθῶσαι τὸν βίον σπουδάζουσα
ἔθετο νόμους οὓς κανόνας ὀνομάζουσιν. Ἐν δὲ τῷ περὶ τούτου βουλεύεσθαι, τοῖς μὲν ἄλλοις ἐδόκει νόμον ἐπεισάγειν, ἐπισκόπους καὶ πρεσβυτέρους, διακόνους τε καὶ ὑποδιακόνους, μὴ συγκαθεύδειν ταῖς γαμεταῖς ἃς πρὶν ἱερᾶσθαι ἠγάγοντο.
Ἀναστὰς δὲ Παφνούτιος ὁ ὁμολογητὴς, ἀντεῖπε: τίμιον δὲ τὸν γάμον ἀποκαλῶν, σωφροσύνην δὲ τὴν πρὸς τὰς ἰδίας γυναῖκας συνουσίαν, συνεβούλευσε τῇ συνόδῳ μὴ τοιοῦτον θέσθαι νόμον. χαλεπὸν γὰρ εἶναι τὸ πρᾶγμα φέρειν: ἴσως δὲ καὶ αὐτοῖς,
καὶ ταῖς τούτων γαμεταῖς, τοῦ μὴ σωφρονεῖν αἰτία γενήσεται. κατὰ δὲ τὴν ἀρχαίαν τῆς ἐκκλησίας παράδοσιν, τοὺς μὲν ἀγάμους τοῦ ἱερατικοῦ τάγματος κοινωνήσαντας, μηκέτι γαμεῖν: τοὺς δὲ μετὰ γάμον, ὧν ἔχουσι γαμετῶν μὴ χωρίζεσθαι. Καὶ ταῦτα μὲν ὁ Παφνούτιος, καίπερ ἄπειρος ὢν γάμου, εἰσηγήσατο.
Ἐπῄνεσε δὲ καὶ ἡ σύνοδος τὴν βουλὴν, καὶ περὶ τούτου οὐδὲν ἐνομοθέτησεν: ἀλλὰ τῇ ἑκάστου γνώμῃ τὸ πρᾶγμα, οὐκ ἐν ἀνάγκῃ ἔθετο.