Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐδέησεν αὐτῷ καὶ Θεοδώρῳ τῷ αὐτοῦ μαθητῇ ἀπιοῦσί που, διαβῆναι διώρυκα ἣν Λύκον καλοῦσιν. Ἵνα δὲ μὴ γυμνοὺς ἀλλήλους θεάσωνται, ἐκέλευσεν Ἀμοῦν ὑπαναχωρῆσαι Θεόδωρον. Ὡς δὲ καὶ ἑαυτὸν ἠσχύνετο γυμνὸν θεάσασθαι, ἐξαπίνης μετάρσιος ἀρθεὶς ὑπὸ θείας δυνάμεως, ἐπὶ τὴν ἀντικρὺ ὄχθην μετετέθη. Διαβὰς δὲ τὸ ὕδωρ Θεόδωρος, καὶ θεασάμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τοὺς πόδας ἀβρόχους, ἐλιπάρει τὸν πρεσβύτην φράζειν αὐτῷ τὴν αἰτίαν. Ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο λέγειν: ὁ δὲ μὴ ἄλλως ἀνήσειν ἰσχυρίζετο, εἰ μὴ μάθῃ, συνθεμένου Θεοδώρου, ζῶντος αὐτοῦ μηδενὶ λέξειν, ὡμολόγησε τὸ συμβάν.

Παραπλήσιον δὲ τῷ εἰρημένῳ εἰς θαῦμα καὶ τοῦτο. Ἄδικοι πατέρες ὑπὸ κυνὸς λυσσῶντος ἴδιον παῖδα δηχθέντα, καὶ ὅσον οὔπω ἀπολέσθαι προσδοκώμενον, ἤγαγον ὡς αὐτόν: καὶ ὀλοφυρόμενοι ἐδέοντο αὐτοῦ θεραπεῦσαι τὸν υἱόν. Ὁ δὲ

69
πρὸς αὐτοὺς, ἀλλ̓ οὐδὲν, ἔφη, δεῖται τῆς παῤ ἐμοῦ θεραπείας: ὑμεῖς δὲ εἰ βούλεσθε τὸν βοῦν ὃν κεκλόφατε ἀποδοῦναι τοῖς δεσπόταις, αὐτίκα ἰαθήσεται. Ὃ καὶ συνέβη: ἅμα γὰρ ὁ βοῦς ἀπεδόθη, καὶ τὸ πάθος τὸν παῖδα ἀπέλιπεν.

Ἡνίκα δὲ ὁ Ἀμοῦς οὗτος ἐτελεύτα, λέγεται τὸν Ἀντώνιον θεάσασθαι τὴν ψυχὴν αὐτοῦ ἐπὶ τὸν οὐρανὸν ἀναγομένην, θείων δυνάμεων σὺν ψαλμῳδίαις ἡγουμένων. Πυνθανομένοις δὲ τοῖς περὶ αὐτὸν τοῦ θαύματος τὴν αἰτίαν, οὐκ ἀπεκρύψατο: δῆλος γὰρ ἦν σπουδαίως τὸν ἀέρα κατανοῶν, καὶ ἐκπεπληγμένος πρὸς τὴν ὄψιν τοῦ παραδόξου θαύματος.

Ὡς δὲ μετὰ ταῦτα παραγενόμενοί τινες ἀπὸ τῆς Σκήτεως, ἀνήγγειλαν τὴν ὥραν τῆς Ἀμοῦς τελευτῆς, τἀληθὲς ἐδείχθη τῆς Ἀντωνίου προρρήσεως. Καὶ ἀμφοτέρους ἐμακάριζον, τὸν μὲν, ἐπὶ ὁμολογουμένοις ἀγαθοῖς μεταστάντα τῆς ἐνταῦθα βιοτῆς: τὸν δὲ, τοσαύτης ἀξιωθέντα θέας, ἣν ὁ Θεὸς αὐτῷ ἀπὸ τοσούτου ἐδήλωσε. Πολλῶν γὰρ ἡμερῶν ὁδός ἐστι, τὸ μέσον τῶν τόπων ἐν οἷς ἑκάτερος διέτριβεν. Καὶ τὰ

70
μὲν ὧδε ἱστόρηται παρὰ τῶν Ἀντωνίῳ καὶ Ἀμοῦν συγγενομένων.

Ἐπὶ ταύτης δὲ τῆς ἡγεμονίας εὐδοκίμως ἐπυθόμην φιλοσοφῆσαι καὶ Εὐτυχιανόν: ὃς ἐν Βιθυνίᾳ περὶ τὸν Ὄλυμπον τὰς διατριβὰς εἶχεν: αἵρεσιν δὲ τὴν Ναυατιανῶν πρεσβεύων θείας χάριτος μετεῖχε, θεραπείαις παθῶν καὶ πράξεσι παραδόξοις, ὡς καὶ αὐτῷ Κωνσταντίνῳ διὰ τὴν ἀρετὴν τοῦ βίου συνήθη καὶ φίλον εἶναι.

Κατ̓ ἐκεῖνο γοῦν καιροῦ δεσμώτου τινὸς ὄντος τῶν δορυφόρων, ὑποπτευθεὶς γὰρ τυραννικὰ φρονεῖν ἔφυγε καὶ περὶ τὸν Ὄλυμπον ἀναζητηθεὶς συνελήφθη, δεηθέντων τῶν ἐπιτηδείων Εὐτυχιανοῦ πρεσβεύειν ὑπὲρ αὐτοῦ πρὸς τὸν βασιλέα, πρότερον δὲ προνοεῖν, ὥστε τῶν δεσμῶν ἀφεθῆναι τὸν ἄνθρωπον, μὴ χαλεπῶς δεδεμένος φθάσῃ ἀπολούμενος, λέγεται, ὡς τοὺς δεσμοφύλακας πέμψας ἐδεήθη τῶν δεσμῶν αὐτὸν ἀνεῖναι οἱ δὲ οὐκ

71
ἐπείθοντο, εἰς τὸ δεσμωτήριον ἐλθεῖν: αὐτομάτως δὲ κεκλεισμένας ἀναπετασθῆναι τὰς θύρας,

καὶ τοῦ δεσμώτου τὰ δεσμὰ διαρρυῆναι. Μετὰ δὲ ταῦτα καὶ πρὸς βασιλέα παραγενέσθαι ἐν Βυζαντίῳ διατρίβοντα τότε, ἑτοίμως τε τὴν χάριν λαβεῖν. Οὐ γὰρ εἴωθε Κωνσταντῖνος δυσχεραίνειν ἐπὶ ταῖς αὐτοῦ αἰτήσεσι: σφόδρα γὰρ ἐν πλείστῃ τιμῇ τὸν ἄνδρα ἦγε. Τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ δεδηλώσθω, περὶ τῶν τότε λαμπρῶς ἐν μοναχοῖς φιλοσοφησάντων. Ὧι δὲ ἀκριβείας τῆς περὶ τούτων μέλει, ζητῶν ἂν εὕροι τῶν πλειόνων τοὺς βιοὺς ἀναγράπτους.