Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Οὐ μὴν οὐδ̓ οὕτω παρὰ λόγον δόξειε, διὰ τῶν ἄλλων ἐθνῶν εἰς τὰ μάλιστα τὴν ἐκκλησίαν ἐπιδοῦναι. Πρῶτον μὲν, καθότι φιλεῖ ὁ Θεὸς τὰς ἐκ παραδόξου μεταβάσεις βραβεύειν ἐπὶ τοῖς θείοις καὶ μεγίστοις πράγμασιν: ἔπειτα δὲ, οὐ ταῖς τυχούσαις ἀρεταῖς τῶν ἐξ ἀρχῆς προστάντων αὐτῆς οἰκονομηθεῖσαν ἐστὶν εὑρεῖν τὴν θρησκείαν.
Εἰ γὰρ καὶ γλῶσσαν πρὸς φράσιν ἢ κάλλος λέξεως ἠκονημένην οὐκ εἶχον, οὐδὲ λέξεσιν, ἢ γραμμικαῖς ἀποδείξεσι τοὺς ἐντυγχάνοντας ἔπειθον, οὐ παρὰ τοῦτο χεῖρον αὐτοῖς ἐπράχθη τὸ σπουδαζόμενον: ἀλλ̓ ἀποδυόμενοι τὰς οὐσίας, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἀνασκολοπιζόμενοί τε, καὶ ὡς ἐν ἀλλοτρίοις σώμασι τὰς πολλὰς καὶ χαλεπὰς βασάνους δεχόμενοι, καὶ μήτε τῶν κατὰ πόλιν δήμων καὶ ἀρχόντων ταῖς κολακείαις ὑπαγόμενοι, μήτε ταῖς ἀπειλαῖς ἐκπληττόμενοι,
Τοσαύτης οὖν θείας καὶ παραδόξου μεταβολῆς τῇ οἰκουμένῃ συμβάσης, ὡς καὶ τῆς προτέρας θρησκείας καὶ τῶν πατρίων νόμων ἀμελῆσαι, ἢ δεινὸν ἂν εἴη, τὸν μὲν ἐν Καλυδῶνι κάπρον, καὶ τὸν ἐν Μαραθῶνι ταῦρον, καὶ ἄλλα τοιαῦτα κατὰ χώρας ἢ πόλεις γινόμενα, ἢ μυθευόμενα, τοσαύτης ἀξιωθῆναι σπουδῆς, ὡς πολλοὺς τῶν παῤ Ἕλλησιν εὐδοκιμωτάτων συγγραφέων περὶ ταῦτα πονῆσαι, φύσεως εὖ ἔχοντας γράφειν, ἐμὲ δὲ μὴ τὴν φύσιν βιάσασθαι καὶ ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαι.
Πέπεισμαι γὰρ, ὡς ὑποθέσεως οὐκ ἐξ ἀνθρώπων δημιουργηθείσης, παραδόξως ἀναφανῆναί με συγγραφέα, οὐκ ἄπορον τῷ Θεῷ. Ὡρμήθην δὲ τὰ μὲν πρῶτα, ἀπ̓ ἀρχῆς ταύτην συγγράψαι τὴν πραγματείαν. Λογισάμενος δὲ ὡς