Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
ἜΝΝΟΙΑ μοι ποτὲ ἐγένετο, τί δὴ ἄρα τοῖς μὲν ἄλλοις ἀνθρώποις ἑτοιμοτέρα συνέβη ἡ περὶ τὸν θεὸν Λόγον πίστις, Ἑβραίοις δὲ δύσπιστος: καίτοι τὰ θεῖα πρεσβεύειν ἐξ ἀρχῆς παρειληφόσι, καὶ τὰ περὶ
πρὶν γένηται, μαθοῦσι διὰ τῶν προφητῶν. Ἀβραὰμ μὲν γὰρ αὐτοῖς ἀρχηγὸς τοῦ γένους καὶ τῆς περιτομῆς γενόμενος, αὐτόπτης καὶ ἑστιάτωρ ἠξίωται εἶναι τοῦ υἱοῦ τοῦ Θεοῦ. Ἰσαὰκ δὲ ὁ τούτου παῖς, τῇ μιμήσει τετίμηται τῆς ἐπὶ τοῦ σταυροῦ θυσίας, δέσμιος παρὰ τοῦ πατρὸς τῷ βωμῷ προσαχθεὶς, ᾗ συνέβη καὶ τὸ τοῦ Χριστοῦ γενέσθαι πάθος, ὡς φασὶν οἱ τὰς ἱερὰς ἀκριβοῦντες γραφάς.
Ἰακὼβ δὲ τὴν ἐπ̓ αὐτῷ νῦν οὖσαν προσδοκίαν τῶν ἐθνῶν, καὶ τὸν καιρὸν καθ̓ ὃν ἦλθε προεμήνυσεν, ἡνίκα, φησὶν, ἐκλείψουσιν οἱ ἡγούμενοι τῶν Ἑβραίων ἐκ τοῦ γένους Ἰούδα τοῦ φυλάρχου. Ὑπεδήλου δὲ τὴν ἡγεμονίαν Ἡρώδου, ὃς Ἰδουμαῖος ὢν τὸ γένος ἐκ πατρὸς, Ἀράβιος δὲ κατὰ μητέρα, ἐπετράπη τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς συγκλήτου Ῥωμαίων καὶ Αὐγούστου Καίσαρος.
Καὶ τῶν ἄλλων δὲ προφητῶν, οἱ μὲν τὴν Χριστοῦ γένναν προεκήρυξαν, καὶ τὴν ἄφραστον ἐκείνην κύησιν, καὶ μητέρα μετὰ τόκον παρθένον μείνασαν, καὶ γένος καὶ πατρίδα: