Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- βαιόν, ὅσον τις ἵησι χερὸς περιμήκεα λᾶαν·
- ---
- οὐ γὰρ Τρῶας ἔα νηῶν ἀπονόσφι φέβεσθαι
- Εὐρύπυλος, δηίων δὲ μάλα σχεδὸν ὀτρύνεσκε
- μίμνειν, εἰσόκε νῆας ἕλῃ καὶ πάντας ὀλέσσῃ
- Ἀργείους· Ζεὺς γάρ οἱ ἀπειρέσιον βάλε κάρτος.
- αὐτίκα δʼ ὀκριόεσσαν ἑλὼν καὶ ἀτειρέα πέτρην
- ἧκεν ἐπεσσυμένως κατὰ τείχεος ἠλιβάτοιο·
- σμερδαλέον δʼ ἄρα πάντα περιπλατάγησε θέμεθλα
- ἕρκεος αἰπεινοῖο· δέος δʼ ἕλε πάντας Ἀχαιοὺς
- τείχεος ὡς ἤδη συνοχωκότος ἐν κονίῃσιν.
- ἀλλʼ οὐδʼ ὣς ἀπόρουσαν ἀταρτηροῖο κυδοιμοῦ,
- ἀλλʼ ἔμενον θώεσσιν ἐοικότες ἠὲ λύκοισι,
- μήλων ληιστῆρσιν ἀναιδέσιν, οὕς τʼ ἐν ὄρεσσιν
- ἄντρων ἐξελάσωσιν ὁμῶς κυσὶν ἀγροιὼται