Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν
  2. ἀμφοτέρους Κρήτηθεν ἅμʼ Ἰδομενῆι κιόντας.
  3. αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
  4. ὅς περ ἀπʼ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι·
  5. τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω
  6. φεύγοντʼ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
  7. δεξιτερῆς· αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν
  8. ἄντικρυς ἱεμένη· παρὰ δʼ ἔθρισεν ὀστέα φωτὸς
  9. ἀργαλέως· ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δʼ ἀνήρ.
  10. ἔνθα Πάρις Μόσυνόν τʼ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν
  11. ἄμφω ἀδελφειούς, οἵ τʼ ἐκ Σαλαμῖνος ἵκοντο
  12. Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.
  13. τοῖσι δʼ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος
  14. εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ
  15. μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος