Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατʼ αἰχμὴν
  2. ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγʼ ἀΰτει·
  3. ἆ δείλʼ, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν
  4. ἔπλετʼ, ὃς οὐτιδανός περ ἐὼν μέγʼ ἀμείνονι φωτὶ
  5. ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.
  6. ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ, ὅτʼ οἰωνοὶ δατέονται
  7. σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτʼ ἐέλπῃ
  8. νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
  9. ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας,
  10. τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
  11. ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠνεμόεντος Ὀλύμπου
  12. σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει,
  13. οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.
  14. ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·
  15. Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι