Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
- ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
- ἀμφὶ δʼ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
- μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
- Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
- ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
- ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
- Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
- τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο
- θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ
- δάμναθʼ ὑπʼ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
- τῷ δʼ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
- δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς
- γλῶσσάν τʼ αὐδήεσσαν· ὁ δʼ ἔγχεος ἄσχετον αἰχμὴν
- ἄμφεχε βεβρυχώς· περὶ δʼ ἔρρεεν αἷμα γένυσσι