Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς.
- Ζεὺς δὲ πατὴρ Σεμέλης φλογερῶν νωμήτορα κόλπων
- ἡμιτελῆ λοχίοιο διαθρῴσκοντα κεραυνοῦ
- δεξάμενος Διόνυσον ἐπέρραφεν ἄρσενι μηρῷ,
- μαρμαρυγὴν δʼ ἀνέμιμνε τελεσσιγόνοιο Σελήνης·
- καὶ παλάμη Κρονίδαο κυβερνήτειρα λοχείης
- αὐτομάτη πέλε μαῖα πολυρραφέος τοκετοῖο,
- παιδοτόκου λύσασα μογοστόκα νήματα μηροῦ.
- καὶ Διὸς ὠδίνοντος ἴτυς θηλύνετο μηροῦ,
- καὶ πάις ἠλιτόμηνος ἀμήτορι τίκτετο θεσμῷ
- ἄρσενα θηλυτέρην μετὰ γαστέρα γαστέρα βαίνων.
- τὸν μὲν ὑπερκύψαντα θεηγενέος τοκετοῖο
- στέμματι κισσήεντι λεχωίδες ἔστεφον Ὧραι
- ἐσσομένων κήρυκες, ἐπʼ ἀνθοκόμῳ δὲ καρήνῳ
- εὐκεράων σκολιῇσιν ὑπὸ σπείρῃσι δρακόντων
- ταυροφυῆ Διόνυσον ἐμιτρώσαντο κεράστην.
- καί μιν ἔσω Δρακάνοιο λεχώιον ἀμφὶ κολώνην
- πήχεϊ κολπωθέντι λαβὼν Μαιήιος Ἑρμῆς
- ἠερόθεν πεπότητο· λοχευομένῳ δὲ Λυαίῳ