Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ βρέφος ἠλιτόμηνον ἀδηλήτου τοκετοῖο
- ἄσθμασι φειδομένοισιν ἐχυτλώσαντο κεραυνοί·
- καὶ Σεμέλη πυρόεσσαν ἐσαθρήσασα τελευτὴν
- ὤλετο τερπομένη λόχιον μόρον· ἦν δὲ νοῆσαι
- ἵμερον, Εἰλείθυιαν, Ἐρινύας εἰν ἑνὶ παστῷ.
- καὶ βρέφος ἡμιτέλεστον ἑῷ γενετῆρι λοχεῦσαι
- οὐρανίῳ πυρὶ γυῖα λελουμένον ἤγαγεν Ἑρμῆς.
- Ζεὺς δὲ βαρυζήλοιο μετατρέψας νόον Ἥρης
- ἄγριον ἐπρήυνε παλίλλυτον ὄγκον ἀπειλῆς,
- καὶ φλογερὴν Σεμέλην μετανάστιον εἰς πόλον ἄστρων
- οὐρανὸν οἶκον ἔχουσαν ἀνήγαγε μητέρα Βάκχου
- αἰθερίοις ναέτῃσιν ὁμέστιον, ὡς γένος Ἥρης,
- ὡς τόκον Ἁρμονίης ἐξ Ἄρεος, ἐξ Ἀφροδίτης·
- καὶ καθαρῷ λούσασα νέον δέμας αἴθοπι πυρσῷ---
- καὶ βίον ἄφθιτον ἔσχεν Ὀλύμπιον· ἀντὶ δὲ Κάδμου
- καὶ χθονίου δαπέδοιο καὶ Αὐτονόης καὶ Ἀγαύης
- σύνθρονον Ἄρτεμιν εὗρε καὶ ὡμίλησεν Ἀθήνῃ
- καὶ πόλον ἕδνον ἔδεκτο, μιῆς ψαύουσα τραπέζης
- Ζηνὶ καὶ Ἑρμάωνι καὶ Ἄρεϊ καὶ Κυθερείῃ.
- εἰς ἔνατον σκοπίαζε καὶ ὄψεαι υἱέα Μαίης θυγατέρας τε Λάμου καὶ Μύστιδα καὶ δρόμον Ἰνοῦς.