Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δέπμα φέρων ἐλάφοιο· γυναιμανέος δὲ φορῆος
- λαιῷ ποικιλόνωτος ἐσείετο νεβρὶς ἀγοστῷ.
- γαῖα δὲ πᾶσα γέλασσε, καὶ αὐτοφύτοισι πετήλοις
- ὄρχατος ἀμπελόεις Σεμέλης περιδέδρομεν εὐνήν,
- καὶ δροσεροῦ λειμῶνος ἀνέβρυον ἄνθεα τοῖχοι
- ἀμφὶ γονῇ Βρομίοιο, καὶ ἀννεφέλων ἐπὶ λέκτρων
- βρονταίοις πατάγοισιν ἐπέκτυπεν ἐνδόμυχος Ζεὺς
- τύμπανα νυκτελίοιο προθεσπίζων Διονύσου.
- καὶ Σεμέλην μετὰ λέκτρα φίλῳ προσπτύξατο μύθῳ