Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
  2. λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.
  3. καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
  4. ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·
  5. ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης
  6. Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας
  7. γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου
  8. ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ·
  9. καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο
  10. γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων
  11. εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.
  12. καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην
  13. ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων
  14. θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς
  15. οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ
  16. ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,
  17. δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων
  18. ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί.
  19. καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις
  20. ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.