Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.
  2. ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,
  3. βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς
  4. πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.
  5. οὔ πω μῦθος ἔληγε, φόβος δʼ ἐβιήσατο φωνήν.
  6. καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ
  7. ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,
  8. καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
  9. λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.