Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γνωτέ, μάχην εὔνησον ὁμόγνιον· ἀμφότεροι γὰρ
  2. Περσεὺς καὶ Διόνυσος ἑνὸς βλάστημα τοκῆος·
  3. μὴ στρατὸν Ἀργείων, μὴ μέμφεο Περσέος ἅρπην·
  4. οὐ γὰρ ἑκὼν ἐς Ἄρηα κορύσσεται· ἀλλά μιν Ἥρη
  5. ὥπλισε, μαντιπόλου δὲ Μελάμποδος εἴδεϊ μορφῆς
  6. μάρναται ἀμφαδίην· σὺ δὲ χάζεο δῆριν ἐάσας,
  7. μή σοι ἐπιβρίσειε πάλιν δυσμήχανος Ἥρη.
  8. ἀλλʼ ἐρέεις ἀλόχοιο τεῆς μόρον· εὐκλέι πότμῳ.
  9. μαρναμένη τέθνηκε, σὺ δὲ φθιμένην Ἀριάδνην
  10. ὤφελες ὀλβίζειν, ὅτι τηλίκον εὗρε φονῆα
  11. οὐρανίης γεγαῶτα καὶ οὐ βροτέης ἀπὸ φύτλης,
  12. κήτεος ἀμητῆρα καὶ ἱπποτόκοιο Μεδούσης·
  13. οὐ λίνα Μοιράων ἐπιπείθεται· οὐρανίου γὰρ
  14. κάτθανεν Ἠλέκτρη Διὸς εὐνέτις, ᾤχετο δʼ αὐτὴ
  15. τῷ Διὶ νυμφευθεῖσα κασιγνήτη σέο Κάδμου
  16. Εὐρώπη μετὰ λέκτρον Ὀλύμπιον, ὑμετέρη δὲ
  17. εἰσέτι γαστρὶ φέρουσα τεὸν τόκον ὤλετο μήτηρ·
  18. οὐ Σεμέλη πρὸ μόροιο πύλας ἐπέρησεν Ὀλύμπου,
  19. ἀλλʼ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη
  20. ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ