Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. στήθεσι μυστιπόλοισιν ἀνεζώννυντο γυναῖκες,
  2. παρθενικαὶ δʼ ἐχόρευον, ἐπεστέψαντο δὲ κόρσης
  3. ἄνθεϊ κισσήεντι περίπλοκον Ἀτθίδα χαίτην.
  4. Ἰλισσὸς δʼ ἐλέλιξε περὶ πτόλιν ἔμπνοον ὕδωρ
  5. κυδαίνων Διόνυσον· ὁμοζήλῳ δὲ χορείῃ
  6. εὔιον ἐκρούοντο μέλος Κηφισίδες ὄχθαι.
  7. φυταλιὴ δʼ ἀνέτελλεν, ἀπὸ χθονίοιο δὲ κόλπου
  8. αὐτοφυὴς γλυκεροῖο πεπαινομένου τοκετοῖο
  9. βότρυς ἐλαιήεντος ἐφοινίχθη Μαραθῶνος,
  10. καὶ δρύες ἐψιθύριζον, ἀνοιγομένων δὲ πετήλων
  11. δίχροον ἠρεύγοντο ῥόδον λειμωνίδες Ὧραι,
  12. καὶ κρίνον αὐτοτέλεστον ἐμαιώσαντο κολῶναι.
  13. καὶ Φρυγίοις αὐλοῖσιν ἐπέκτυπεν αὐλὸς Ἀθήνης,
  14. καὶ δίδυμον κελάδημα δόναξ ἐλίγαινεν Ἀχαρνεὺς
  15. θλιβόμενος παλάμῃσιν· ὁμογλώσσων δʼ ἀπὸ λαιμῶν
  16. Μυγδονίῃ βαρύδουπος ὁμόθροος ἄζυγι κούρῃ
  17. δίθροον ἁρμονίην ἐπιδήμιος ἴαχε Βάκχη
  18. πῆχυν ἐπικλίνουσα νέῃ Πακτωλίδι νύμφῃ,
  19. καὶ φλόγα νυκτιχόρευτον ἀνέσχεθε δίζυγι πεύκῃ
  20. ἀρχεγόνῳ Ζαγρῆι καὶ ὀψιγόνῳ Διονύσῳ·