Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔσσο δὲ Πασιφάης τιμήορος, ὄφρα γελάσσῃς
  2. Ἁρμονίης γενέτειραν ἀνιάζων Ἀφροδίτην.
  3. εἶπε, καὶ ὠλεσίτεκνος ὀδύρετο μᾶλλον Ἀγαύη.
  4. καὶ νέκυν, ὃν κατέπεφνε, φίλη τυμβεύσατο μήτηρ
  5. πίδακα δακρυόεσσαν ἀναβλύζουσα προσώπου·
  6. καὶ τάφον εὐποίητον ἐτεκτήναντο πολῖται.
  7. ὣς αἱ μὲν στενάχοντο κατηφέες· εἰσορόων δὲ
  8. Βάκχος ἄναξ ἐλέαιρε, φιλοθρήνους δὲ γυναῖκας
  9. μυρομένας ἀνέκοψεν, ἐπεὶ στοιχηδὸν ἑκάστῃ
  10. λυσίπονον κεράσας μελιηδέι φάρμακον οἴνῳ
  11. δῶκε ποτὸν ληθαῖον· ὀδυρομένοιο δὲ Κάδμου
  12. πένθιμον ἐπρήυνε γόον παιήονι μύθῳ·
  13. ἀμφοτέρας δʼ εὔνησε καὶ Αὐτονόην καὶ Ἀγαύην,
  14. ἐλπίδος ἐσσομένης πρωτάγγελα θέσφατα φαίνων.
  15. Ἰλλυρίην δʼ ἐπὶ γαῖαν ἐς Ἑσπερίου χθόνα πόντου
  16. Ἁρμονίην λιπόπατριν ὁμόστολον ἥλικι Κάδμῳ
  17. ἀμφοτέρους πόμπευεν ἀλήμονας, οἷς χρόνος ἕρπων
  18. ὤπασε πετρήεσσαν ἔχειν ὀφιώδεα μορφήν.
  19. καὶ Σατύρους καὶ Πᾶνας ἔχων καὶ λύγκας ἱμάσσων
  20. ἁβρὸς ἀσιγήτοισιν ἐκώμασε Βάκχος Ἀθήναις.