Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην
- αὐχένος ἀμηθέντος· ἀπʼ αὐτοχύτου δὲ καρήνου
- αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.
- ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου
- λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.
- σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω
- χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ
- σὸν δέμας· ὑμετέρῳ δʼ ἐπὶ σήματι τοῦτο χαράξω·
- εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης
- παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ.
- ἔννεπε λυσσώουσα σοφῇ φρενί· μυρομένης δὲ
- Αὐτονόη γοόωσα παρήγορον ἴαχε φωνήν·
- Ζῆλον ἔχω καὶ ἔρωτα τεῆς κακότητος, Ἀγαύη,
- ὅττι περιπτύσσεις γλυκερὴν Πενθῆος ὀπωπὴν
- καὶ στόμα καὶ φίλον ὄμμα καὶ υἱέος ἄκρα κομάων.
- γνωτή, ἐπολβίζω σε, καὶ εἰ κτάνες υἱέα μήτηρ·
- ἀντὶ γὰρ Ἀκταίωνος ἀμειβομένης ἀπὸ μορφῆς
- νεβρὸν ἐγὼ δάκρυσα, καὶ υἱέος ἀντὶ καρήνου
- μηκεδανὴν ἐλάφοιο νόθην κτερέιξα κεραίην.
- σῆς δʼ ὀδύνης ἐλάχεια παραίφασις, ὅττι θανόντος