Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην.
- ἀλλʼ ὅτε δὴ γίνωσκεν ἄναξ θρασύς, ὅττι λυθέντος
- αὐτομάτου δεσμοῖο σιδηροφόρων ἀπὸ χειρῶν
- μαινάδες ἐσσεύοντο μετήλυδες εἰς ῥάχιν ὕλης,
- καὶ δόλον ἀλλοπρόσαλλον ἀθηήτου Διονύσου,
- ἄστατος ὑβριστῆρι χόλῳ κυμαίνετο Πενθεύς·
- καί μιν ἰδὼν παρεόντα παλίνδρομον ἠθάδι κισσῷ
- βόστρυχα μιτρωθέντα, καὶ ἄπλοκον ὑψόθεν ὤμων
- μηκεδανῆς ὁρόων κεχαλασμένον ὁλκὸν ἐθείρης,
- τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ·
- Ἡδὺς ὁ Τειρεσίαν ἀπατήλιον εἰς ἐμέ πέμπων·
- οὐ δύναται σέο μάντις ἐμὸν νόον ἠπεροπεύειν·
- ἄλλοις ἔννεπε ταῦτα. θεὰ πόθεν υἱέι Ῥείη
- οὐ Διὶ μαζὸν ὄρεξε, καὶ ἔτρεφεν υἷα Θυώνης;
- εἴρεο Δικταίης κορυθαιόλον ἄντρον ἐρίπνης,
- εἴρεο καὶ Κορύβαντας, ὅπῃ ποτὲ κοῦρος ἀθύρων
- μαζὸν Ἀμαλθείης κουροτρόφον αἰγὸς ἀμέλγων
- Ζεὺς μένος ἠέξησε, καὶ οὐ γλάγος ἔσπασε Ῥείης.
- ἤθεα σῆς δολίης ἀπεμάξαο καὶ σὺ τεκούσης·