Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐτόματοι· τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν
  2. Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων
  3. εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι
  4. νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,
  5. ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ [*](θύρσῳ Cunaeus, Warmington independently, for ταύρων written perhaps echoing βοέην ἀγέλην, cf. ταυρείην in l. 289.)
  6. ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ
  7. ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην
  8. τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ
  9. εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,
  10. ἄλλη δʼ αἶγας ἔπεφνεν· ἐφοινίσσοντο δὲ λύθρου
  11. αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.
  12. ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος
  13. ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων
  14. ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,
  15. ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ·
  16. καί γλάγος ᾔτεε κοῦρος, ἑὴν ἄτε μητέρα, Βάκχην,
  17. στήθεα δʼ ἀμφαφάασκεν· ἀνυμφεύτοιο δὲ κούρης
  18. αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί.
  19. παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας