Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων
  2. ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων
  3. χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε γείτονα Ῥείην
  4. Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην
  5. Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ
  6. Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων
  7. δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης
  8. Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,
  9. ἕδνον Ἀμυμώνῃ δωρήσατο κυανοχαίτης.
  10. ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ