Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,
- δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.
- Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω Ἄρεα κυματόεντα καἰ ἀμπελόεσσαν Ἐνυώ.
- ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,
- νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,
- καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ·
- καὶ κλόνον αἰθύσσων ἐνοσίχθονι καὶ Διονύσῳ
- θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων
- χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης,
- Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ.
- καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης
- παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ
- εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν
- ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν Ἐρώτων,
- καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ,
- ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος
- ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο
- ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους.
- καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ
- ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ·