Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,
  2. βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ,
  3. εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,
  4. οἰστρήσας δʼ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης
  5. διπλόον ἕδνον ἔρωτος ἅγειν ἁλιγείτονι κούρῃ,
  6. ναύμαχον ὑγρὸν Ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.
  7. καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει
  8. εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ