Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει
  2. ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,
  3. Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.
  4. τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω,
  5. ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι
  6. ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ
  7. οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·
  8. ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο--- τιταίνων