Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.
- χείλεσι δʼ ἰκμαλέοισι μαχήμονα κόχλον ἐρείσας
- εἰναλίῃ σάλπιγγι μέλος μυκήσατο Νηρεύς·
- καὶ Θέτις ἐσμαράγησεν ἐνυαλίης μέλος Ἠχοῦς
- κύμασι πατρῴοισι προασπίζουσα Λυαίου.
- Εὐρυμέδων δὲ Κάβειρος ἐθήμονα δαλὸν ἀείρων
- ὑσμίνης δόλον εὗρεν ἀρηγόνα· μηκεδανὴν γὰρ