Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἐν δὲ τριηκοστῷ ἐνάτῳ μετὰ κύματα λεύσσεις Δηριάδην φεύγοντα πυριφλεγέων στόλον Ἰνδῶν.
- ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς,
- χάρμα λιπὼν καὶ θαῦμα κασιγνήτῳ Διονύσῳ.
- ὄφρα μὲν εὶσέτι Βάκχος ἀκοσμήτων χύσιν ἄστρων
- θάμβεε καὶ Φαέθοντα δεδουπότα, πῶς παρὰ Κελτοὺς
- Ἑσπερίῳ πυρίκαυτος ἐπωλίσθησε ῥεέθρῳ,
- τόφρα δὲ νῆες ἵκανον ἐπήλυδες, ἃς ἐνὶ πόντῳ
- στοιχάδας ἰθύνοντες ἐς Ἄρεα ναύμαχον Ἰνδῶν
- ἀκλύστῳ Ῥαδαμᾶνες ἐναυτίλλοντο θαλάσσῃ,
- πόντον ἀμοιβαίῃσιν ἐπιρρήσσοντες ἐρωαῖς
- ὑαμίνης ἐλατῆρες· ἐπειγομένῳ δέ Λυαίῳ
- ὁλκάσιν ἀντιτύποις ἐπεσύρισε πομπὸς ἀήτης.
- καὶ Λύκος ἡγεμόνευεν ἐν ὕδασι δίφρον ἐλαύνων,
- ἱππείαις ἀχάρακτον ἐπιξύων ῥόον ὁρλαῖς.
- Δηριάδης δʼ ἀπέλεθρος ὑπέρτερος ὑψόθι πύργων