Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λύετο· μαντιπόλος δὲ γέρων γελόωντι προσώπῳ
  2. Ἴδμων ἐμπεδόμυθον ἔχων ἐπὶ χείλεσι πειθὼ
  3. λαὸν ὅλον θάρσυνεν, ὅτι χρονίοιο κυδοιμοῦ
  4. ἐσσομένην μετὰ βαιὸν ἐπίστατο γείτονα νίκην.
  5. καὶ Φρύγιον πολύιδριν ἀνείρετο μάντιν Ἐρεχθεύς,
  6. σύμβολα παπταίνων ὑπάτου Διός, εἰ πέλε χάρμης
  7. αἴσια δυσμενέεσσιν ἢ Ἰνδοφόνῳ Διονύσῳ,
  8. οὐ τόσον ὑσμίνης ποθέων τέλος, ὅσσον ἀκοῦσαι
  9. μυστιπόλοις ὀάροισι μεμηλότα μῦθον Ὀλύμπου,
  10. καὶ στίχας ἀστραίων ἑλίκων καὶ κυκλάδα μήνην,
  11. καὶ δύσιν ἠματίην Φαεθοντίδος ἄμμορον αἴγλης
  12. κλεπτομένης. αἰεὶ δὲ θεορρήτων περὶ μύθων
  13. Ἀτθίδος ἀρχαίης φιλοπευθέες εἰσὶ πολῖται.
  14. οὐδὲ γέρων ἀμέλησε θεοπρόπος, ἀλλὰ Λυαίου
  15. σείων Εὔια θύρσα καὶ οὐ Πανοπηίδα δάφνην
  16. τοῖον ἔπος μαντῷον ἀνήρυγεν ἀνθερεῶνος·
  17. Εἰσαΐειν ἐθέλεις φρενοθελγέα μῦθον, Ἐρεχθεῦ,
  18. ὃν μοῦνοι δεδάασι θεοὶ ναετῆρες Ὀλύμπου;
  19. λέξω δʼ, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.
  20. μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,